TLG 4227 001 :: ANONYMUS DE PHILOSOPHIA PLATONICA :: Prolegomena philosophiae Platonicae (fort. auctore Elia, olim sub auctore Olympiodoro) ANONYMUS DE PHILOSOPHIA PLATONICA Phil. Prolegomena philosophiae Platonicae (fort. auctore Elia, olim sub auctore Olympiodoro) Citation: Section — (line) | ||
t | ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΗΣ ΠΛΑΤΩΝΟΣ ΦΙΛΟΣΟΦΙΑΣ | |
1 | Ὁ μὲν δαιμόνιος Ἀριστοτέλης τῆς θεολογικῆς αὐτοῦ φιλοσοφίας ἀρχόμενος πάντας ἀνθρώπους ἔφη τοῦ εἰδέναι ἐφίεσθαι, καὶ τούτου πίστιν τὴν τῶν αἰσθήσεων ἔλεγεν ἀγάπησιν· διὰ τοῦτο γὰρ τὰς αἰσθή‐ σεις ἀγαπῶμεν, ἵνα γινώσκωμέν τι. φαίην δ’ ἂν ἐγὼ τὴν Πλάτωνος | |
5 | τοῦτο πεπονθέναι· πάντας γὰρ ἀνθρώπους ἐστὶν ἰδεῖν ὥσπερ ἔκ τινος πηγῆς ἀρύσασθαι βουλομένους ἐκ ταύτης ὅσον ἕκαστος χρήσιμον οἰηθῇ· πάντας δὲ λέγω τούς γε κατὰ φύσιν ἔχοντας καὶ μὴ ἀτεράμονας ὄντας καὶ δίκην νυκτερίδων μὴ δυναμένους ἀντωπεῖν ἡλιακῷ φωτί, οἳ μόνα τὰ αἰσθητὰ οἰόμενοι εἶναι τῶν νοητῶν οὐδεμίαν τίθενται φροντίδα. | |
---|---|---|
10 | Ἔτι δ’ ἂν μᾶλλον ἀγασθείημεν τὴν τούτου φιλοσοφίαν, εἰ τήν τε ἱστορίαν καὶ τὸ εἶδος τῆς αὐτοῦ φιλοσοφίας ὑφηγησώμεθα. Πλάτων τοίνυν ὁ πολὺς πατρὸς μὲν ἦν Ἀρίστωνος τοῦ Ἀριστοκλέους, μητρὸς δὲ Περικτιόνης τῆς ἀπογόνου Σόλωνος τοῦ νομοθέτου· ὅθεν καὶ κατὰ μίμησιν αὐτοῦ ἐξέθετο τήν τε Πολιτείαν καὶ τοὺς Νόμους. αὐτὸς | |
15 | δὲ ἐκαλεῖτο Ἀριστοκλῆς εἰς ὄνομα τοῦ πρὸς πατρὸς πάππου, μετεκλήθη δὲ Πλάτων ἢ διὰ τὸ πλατὺ τοῦ στέρνου ἢ διὰ τὸ εὐρὺ τοῦ μετώπου ἤ (ὅπερ καὶ ἀληθὲς εἰπεῖν) διὰ τὸ πλατύ τε καὶ ἀναπεπταμένον τῆς φρά‐ σεως. οὕτως καὶ ὁ Θεόφραστος, Τύρταμος καλούμενος πάλαι, διὰ τὸ θεῖον τῆς φράσεως Θεόφραστος μετεκλήθη. | |
20 | Θεῖος δὲ ἦν ὁ Πλάτων καὶ Ἀπολλωνιακός. καὶ ὅτι μὲν θεῖος ἦν, δῆλον ἔκ τε ἑαυτοῦ κἀκ τῶν ὀνειράτων· ἐξ ἑαυτοῦ μέν, ὅτι ‘ὁμόδουλον‘ ἑαυτὸν ἐκάλει ‘τοῖς κύκνοισ‘, ἐκ τῶν ὀνειράτων δὲ οὕτως. Σωκράτης ὁ τούτου διδάσκαλος πρὸ μιᾶς τοῦ μέλλειν αὐτὸν φοιτᾶν αὐτῷ εἶδεν ὄναρ ὅτι κύκνος ἄπτερος ἦλθεν ἐν τοῖς κόλποις αὐτοῦ, εἶτα πτεροφυήσας ἀνέπτη | |
25 | κλάγξας μέγα τε αὐτῷ καὶ λιγυρόν, ὡς ἅπαντας ἑλεῖν τοὺς ἀκού‐ σαντας· ἐδήλου δὲ τοῦτο ὡς φοιτήσει μὲν αὐτῷ ἀτελὴς ὁ Πλάτων, γενή‐ σεται δὲ τέλεος καὶ οὕτως διαπρέψει ἐν τοῖς δόγμασιν ὡς ἅπαντας | |
τούτων ἀκούειν γλίχεσθαι καὶ μηδένα ἀντιτείνειν ἢ δύνασθαι ἢ πει‐ ρᾶσθαι. καὶ αὐτὸς δ’ ὁ Πλάτων εἶδεν ἑαυτὸν ἐν τῷ μέλλειν τελευτᾶν | 3 | |
30 | κύκνον γενόμενον καὶ μεταπηδῶντα ἀπὸ δένδρου ἐπὶ δένδρον καὶ πολλὰ παρέχοντα τοῖς ὀρνιθοθήραις πράγματα, μὴ δυναμένων ἑλεῖν αὐτόν. τούτου δὲ τοῦ ἐνυπνίου ἀκούσας Σιμμίας ὁ Σωκρατικὸς ἔφησεν πάντας ἀνθρώπους σπουδάσαι καταλαβεῖν τὴν τοῦ Πλάτωνος διάνοιαν, μηδένα δὲ δυνήσεσθαι, ἀλλ’ ἕκαστον πρὸς τὸ δοκοῦν αὐτῷ τὴν ἐξήγησιν ποι‐ | |
35 | εῖσθαι, εἴτε θεολογῆσαι εἴτε φυσιολογῆσαι εἴτε ἄλλο τι ἕλοιτο. ταὐτὸν γὰρ ἑκάτερος, Ὅμηρός τε καὶ Πλάτων, πεπόνθασιν· διὰ τὸ ἐναρμόνιον αὐτῶν τῆς φράσεως ἑκάστῳ βάσιμοι γίνονται, ὅπως ἂν βούληται ἐπι‐ χειρεῖν τις. οὐ μόνον δὲ τὰ ὀνείρατα ταῦτα δηλοῦσιν αὐτὸν Ἀπολλωνια‐ κὸν ὄντα, ἀλλὰ καὶ τὸ εἶδος τῆς ζωῆς αὐτοῦ, καθαρτικὸν ὄν· τοιοῦτος | |
40 | γὰρ καὶ ὁ θεός, ὡς καὶ αὐτὸ τὸ ὄνομα δηλοῖ· Ἀπόλλων γὰρ δηλοῖ ὁ κεχωρισμένος τῶν πολλῶν, τὸ γὰρ α στερητικόν ἐστιν μόριον. ἔτι δὲ κἀκ τοῦ καιροῦ τῆς γενέσεως αὐτοῦ τεκμαιρόμεθα αὐτὸν Ἀπολλωνια‐ κὸν ὄντα· ἐγενήθη γὰρ ἐν τῇ ζʹ τοῦ Θαργηλιῶνος μηνός, ἐν ᾗ ἑορτὴν ἐπιτελοῦσι οἱ Δήλιοι τοῦ Ἀπόλλωνος. ἐν δὲ τῇ ἕκτῃ τούτου τοῦ μηνὸς | |
45 | ἐτέχθη ὁ Σωκράτης, ἐν ᾗ γενεθλιακὴν ἑορτὴν Ἀρτέμιδος ἐπετέλουν· δηλοῖ δὲ τοῦτο τὸ προὖχον ἐν τῷ Σωκράτει κατά τε χρόνον καὶ λόγον. | |
2 | Ἵνα δὲ τέλεον τὸν 〈τῆσ〉 περὶ αὐτοῦ ἱστορίας ποιησώμεθα λόγον, ἐκ διαιρέσεως προέλθωμεν. πᾶν γινόμενον καὶ ἐν χρόνῳ γίνεται καὶ ἐν τόπῳ, οὐκοῦν καὶ ὁ Πλάτων ὡς γενόμενος ἔν τε χρόνῳ τινὶ γέγονεν καὶ ἐν τόπῳ· μάθωμεν τοίνυν ἑκάτερον τούτων, καὶ ἔτι μέντοι τά τε ἐν τῇ | |
5 | γενέσει καὶ τὰ περὶ τὴν γένεσιν αὐτοῦ συμβάντα. γέγονεν τοίνυν ἐν χρόνῳ μὲν τῇ πηʹ Ὀλυμπιάδι ἐπὶ ἄρχοντος Ἀμεινίου, Περικλέους ἔτι ζῶντος καὶ τῶν Πελοποννησιακῶν πολέμων ἔτι συγκροτουμένων, νεώ‐ τερος ὢν Ἰσοκράτους ἓξ ἔτεσιν. ἐν τόπῳ δὲ γέγονεν ἐν τῇ Αἰγίνῃ, τοῦ πατρὸς αὐτοῦ Ἀρίστωνος κατ’ ἐκεῖνο καιροῦ κληρούχου πεμφθέντος | |
10 | ἐν τῇ Αἰγίνῃ ὑπὸ τῶν Ἀθηναίων. καὶ ταῦτα μὲν περὶ τοῦ χρόνου καὶ τοῦ τόπου ἐν ᾧ γέγονεν. Περὶ δὲ τὸν τόκον εἶδεν ὄνειρον ὁ τούτου πατήρ, ἔτι ἐν γαστρὶ ἐχούσης αὐτὸν τῆς μητρός, μὴ συγγενέσθαι αὐτῇ ἄχρις ἂν ἀποτέκῃ. τοῦτο δ’ ἐσήμανεν ὡς οὐ δι’ ἡδονὴν δεῖ τὴν συνουσίαν αἱρεῖσθαι, ἀλλὰ διὰ παιδο‐ | |
15 | ποιΐαν καὶ μόνην, καὶ ὡς τὸ τεχθησόμενον καθαρὸν τεχθείη, μηδένα σπῖλον προσειληφὸς ἀπὸ τῆς ἐξ ὑστέρου δι’ αἰσχρότητα συνουσίας. ἀλλὰ καὶ ἡ μήτηρ αὐτοῦ μετὰ τὸν τόκον λαβοῦσα αὐτὸν ἀνήγαγεν ἐν τῷ Ὑμηττῷ ὄρει, θῦσαι βουλομένη Ἀπόλλωνί τε νομίῳ καὶ Νύμφαις. καὶ ἐν τούτῳ καταθεμένη αὐτὸν εὗρεν αὐτὸν ὑποστρέψασα πεπληρωμένον | |
20 | ἔχοντα τὸ στόμα μέλιτος· ἐλθοῦσαι γὰρ μέλιτται τοῦτο πεποιήκεσαν | |
προμηνύουσαι ὅτι τὰ ἐξ αὐτοῦ μέλλοντα ῥεῦσαι ‘μέλιτοσ‘ ἔσται ‘γλυκύ‐ τερα‘ κατὰ τὸν ποιητήν. διαίτῃ δ’ ἐκέχρητο οὐ τῇ ἀπὸ τῶν ζῴων, ἀλλὰ τῇ ἀπὸ τῶν φυτῶν. Ἐφοίτησεν δ’ ἐν ἡλικίᾳ γενόμενος γραμματιστῇ μὲν Διονυσίῳ, οὗ | 5 | |
25 | μνήμην ποιεῖται ἐν ταῖς Ἐπιστολαῖς αὐτοῦ· οὐδὲ γὰρ δίκαιον ἐνόμισεν ἀμνημόνευτον καταλιπεῖν οἰκεῖον διδάσκαλον. γυμναστῇ δ’ Ἀρίστωνι ἐφοίτησεν· καὶ γὰρ καὶ τούτου πολλὴν ἔθετο πρόνοιαν, ὡς καὶ δύο ἀγῶνας αὐτὸν νικῆσαι, Ὀλύμπιά τε καὶ Νέμεα. ἐφοίτησεν δὲ μετὰ τού‐ τους καὶ Δράκοντι τῷ μουσικῷ, ὃς γέγονεν †ἐκ γεμύλλων† τοῦ ἀπὸ | |
30 | Δάμωνος· οὗ Δάμωνος μέμνηται ἐν τῷ Θεαιτήτῳ. παρῆλθεν δὲ διὰ τριῶν τούτων, γραμμάτων γυμνασίων μουσικῆς, ἵνα καὶ τοὺς αὐτοῦ μαθητὰς διὰ τῶν αὐτῶν ἄγεσθαι παρακελεύσηται. οἶδεν γὰρ ὅτι αὗται αἱ παιδεῖαι δύνανται τὸ τριμερὲς τῆς ψυχῆς ἐπανορθώσασθαι· διὰ μὲν τῶν γραμμάτων ἠκρίβου τὸ λογιστικὸν αὐτῆς μέρος, διὰ δὲ τῆς μουσι‐ | |
35 | κῆς ἐτιθάσσευεν τὸ θυμικόν, ὥσπερ διὰ τῶν γυμνασίων ἐρρώννυεν τὸ | |
3 | ἐπιθυμητικόν. μετὰ τούτους ἐφοίτησεν διθυραμβοποιοῖς, τὸν ἐκείνων χαρακτῆρα ὠφεληθῆναι βουλόμενος· ἀμέλει καὶ τὸ πρῶτον αὐτοῦ σύγ‐ γραμμα ὁ Φαῖδρος διθυραμβώδης ἐστίν. ἐφοίτησεν δὲ καὶ τραγικοῖς, τὸ ἐν αὐτοῖς σεμνὸν ἀρύσασθαι βουλόμενος. ἐφοίτησεν δὲ καὶ κωμικοῖς, | |
5 | τὴν φράσιν αὐτῶν ὠφεληθῆναι βουλόμενος. ἀμέλει καὶ τὸν Ἀριστοφά‐ νους ἀνεμάξατο χαρακτῆρα, ὃς τῶν ἄλλων προὔχει κωμικῶν· καὶ ὅτι ἀποδέχεται τὴν τούτου φράσιν δηλοῖ τὸ ὑπ’ αὐτοῦ εἰς τὸν Ἀριστοφάνη ῥηθὲν ἐπίγραμμα, ἔχον ὡδί· ‘αἱ Χάριτες τέμενός τι λαβεῖν ὅπερ ἤθελον εὑρεῖν | |
10 | διζόμεναι ψυχὴν εὖρον Ἀριστοφάνουσ‘. ἐζήλωσεν δὲ καὶ Σώφρονα τὸν γελωτοποιόν, τὴν μιμητικὴν ὥσπερ κατορθῶσαι βουλόμενος· ὁ γὰρ διαλόγους γράφων μίμησιν προσώπων εἰσάγει. ἐφοίτησεν δὲ καὶ γραφεῦσιν, τὴν τῶν χρωμάτων ποικίλην μῖξιν ἐκμαθεῖν βουλόμενος· ὅθεν ἐν Τιμαίῳ πολὺν λόγον καταβάλλεται περὶ | |
15 | χρωμάτων. καὶ ταῦτα μὲν αὐτῷ διεπράττετο ἄχρις ἐτῶν εἴκοσι, μετὰ δὲ τοῦτο ἐφοίτησε Σωκράτει καὶ δέκα ἔτη παρ’ αὐτῷ ἐποίησεν, ἠθικὴν φιλοσοφίαν ἐκμαθεῖν βουλόμενος. εὑρηκὼς δὲ τὸν Σωκράτη ἐπαναβεβη‐ κότα τῶν ἄλλων, φασί, πυρὶ μέλλων παραδιδόναι τὰ πρὸ τούτου πονη‐ θέντα αὐτῷ εἶπεν τοῦτο τὸ ἔπος· | |
20 | ‘Ἥφαιστε, πρόμολ’ ὧδε, Πλάτων νύ τι σεῖο χατίζει‘. εὐνούστατος δὲ τῷ Σωκράτει οὗτος ὤφθη εἴπερ τις ἄλλος· ἀμέλει κρινο‐ μένου αὐτοῦ καὶ ἐν δεσμωτηρίῳ τυγχάνοντος ἀνελθὼν οὗτος ἐπὶ τὸ βῆμα φωνὴν ἔρρηξεν τοιαύτην· ‘νεανίας μὲν ὤν, ὦ ἄνδρες, ἐπὶ τὸ βῆμα ἀναβέβηκα‘. ἀγανακτήσαντες δὲ οἱ δικασταὶ κατήγαγον αὐτόν, ὁ δὲ | 7 |
25 | λυθεὶς ἐξῆλθεν τοῦ δικαστηρίου, μεῖναι ἐκεῖσε μὴ ἀνασχόμενος. μετὰ δὲ τὸ τὴν ἠθικὴν ὠφεληθῆναι Σωκράτους καὶ πράγματα παρασχεῖν αὐτῷ Σωκράτει ἐν ταῖς πρὸς αὐτὸν ἐντεύξεσι συγγράμματα ἐξέθετο, ἃ ἔτι ζῶντος Σωκράτους εἰς χεῖρας αὐτοῦ ἦλθον. τὸν γὰρ Λύσιν διά‐ λογον ἦν γεγραφώς· ᾧ ἐντετυχηκὼς ὁ Σωκράτης φησὶ τοῖς ἑταίροις | |
30 | αὐτοῦ ‘οὗτος ὁ νεανίας ἄγει με ὅπῃ θέλει καὶ ἐφ’ ὅσον θέλει καὶ πρὸς | |
4 | οὓς θέλει‘. μετὰ οὖν τὴν πρὸς Σωκράτη φοίτησιν ἀπῆλθεν πρὸς τοὺς Πυθαγορείους, τὸ δι’ ἀριθμῶν τὰ πράγματα σημαίνειν παρ’ αὐτῶν κατορθῶσαι βουλόμενος· ὅθεν πολλῶν τούτων μέμνηται ἐν τῷ Τιμαίῳ. ἐφοίτησεν δὲ καὶ Κρατύλῳ τῷ Ἡρακλειτείῳ καὶ Ἑρμίππῳ τῷ Παρμενι‐ | |
5 | δείῳ, τὰ Ἡρακλείτου καὶ Παρμενίδου δόγματα μαθεῖν βουλόμενος· ὅθεν καὶ δύο διάλογοι γεγραμμένοι εἰσὶν αὐτῷ, ὅ τε Κρατύλος καὶ ὁ Παρμενίδης, ἐν οἷς τῶν δογμάτων τῶν προειρημένων ἀνδρῶν μέμνηται. μεμαθηκὼς δὲ ὡς τὴν ἀρχὴν ἔσχον οἱ Πυθαγόρειοι τῆς φιλοσοφίας ἀπὸ Αἰγύπτου ἦλθε εἰς Αἴγυπτον, καὶ κατορθώσας ἐκεῖσε τὴν γεωμετρίαν | |
10 | καὶ τὴν ἱερατικὴν ἀνεχώρησεν. εἶτα ἐλθὼν εἰς Φοινίκην περιέτυχεν ἐκεῖσε Πέρσαις καὶ ἔμαθεν παρ’ αὐτῶν τὴν Ζωροάστρου παιδείαν. εἶτα ἐκεῖθεν ἐπὶ Σικελίαν ἀφίκετο, τοὺς ἐν Αἴτνῃ κρατῆρας ἱστορῆσαι βουλό‐ μενος· ὅτε καὶ τὴν πρὸς Διονύσιον ἔντευξιν ἐποιήσατο. Μετὰ ταῦτα δ’ ἐλθὼν ἐν Ἀθήναις συνεστήσατο διδασκαλεῖον πλησίον | |
15 | τοῦ καταγωγίου Τίμωνος τοῦ μισανθρώπου· ὃς δυσκόλως ἔχων πρὸς ἅπαντας, ὡς καὶ τὰ ἐπιγράμματα τοῦ τάφου αὐτοῦ δηλοῦσι, πάνυ εὐμενῶς ἤνεγκε τὴν τοῦ Πλάτωνος συνουσίαν. εἰσὶν δὲ τὰ ἐπιγράμματα τάδε· ‘ἐνθάδ’ ἀπορρήξας ψυχὴν βαρυδαίμονα κεῖμαι· | |
20 | τίς δ’ ὤν, οὐ πεύσεσθε· κακοὶ δὲ κακῶς ἀπόλοισθε‘. ἔστι δὲ τὸ δεύτερον τόδε· ‘τήνδε σὺ τὴν στήλην παραμείβεο μήτε με χαίρειν | |
εἰπών, μηδ’ ὅστις, μὴ τίνος εἰρόμενοσ‘. μέρος δὲ τοῦ διδασκαλείου τέμενος ἀνέθηκε ταῖς Μούσαις ὁ Πλάτων. | 9 | |
25 | τούτῳ δ’ ἐφοίτησαν οὐ μόνον ἄνδρες ἀλλὰ καὶ γυναῖκες, Δεξιθέα τε ἡ ἐκ Φλιοῦντος καὶ Λασθένεια ἡ ἐξ Ἀρκαδίας. | |
5 | Θεῖος δ’ ἦν, ὡς εἴρηται πολλάκις, οὗτος ὁ ἀνήρ, καὶ πολλῶν τῶν ἐν τῷ βίῳ ἐγένετο εὑρετής, ὀνομάτων γὰρ καὶ πραγμάτων καὶ εἴδους ⟦καὶ⟧ συγγραφῆς. ὀνομάτων μὲν τῆς ποιότητος, οὐδὲ γὰρ πρὸ τούτου ἐγινώσκετο τοὔνομα· ἀμέλει ἐν Θεαιτήτῳ φησὶν πρὸς Θεόδωρον ποιῶν | |
5 | τὸν Σωκράτην διαλεγόμενον καὶ λέγοντα ὅτι ‘ἴσως μὲν οὖν τὸ τῆς ποιότητος ὄνομα ξένον σοι δόξειεν εἶναι καὶ οὐκ εἰωθόσ‘. δηλοῖ δὲ καὶ Ἀριστοτέλης ἐν Κατηγορίαις λέγων ‘ποιότητα δὲ λέγω‘, εἰπὼν τὸ ‘λέγω‘ ἀπ’ αὐτοῦ τοῦ θεμένου τοὔνομα· εἰ γὰρ ἦν ἐν καταχρήσει, πάντως ἂν οὐ ‘λέγω‘ ἀλλὰ ‘λέγεται‘ εἶπεν, εἴωθεν γὰρ αὐτὸς καὶ ἅπαντες δ’ οἱ | |
10 | παλαιοὶ τοῦτο ποιεῖν. εὗρε δὲ καὶ τὸ τῶν ἀντιπόδων ὄνομα καὶ τὸ τοῦ μήκους ἀριθμοῦ. πράγματα δ’ εὗρεν φυσικὰ ἠθικὰ θεολογικὰ πολιτικά. φυσικὰ μὲν ὅτι ἔδειξεν τὴν μαγνῆτιν λίθον μὴ ἕλκουσαν τὸν σίδηρον, ἀλλ’ ὅτι ὁ ἀήρ ἐστιν ὁ ὠθῶν αὐτὸν πρὸς αὐτήν. μαθηματικὰ δὲ εὗρεν τὴν μέσην καλουμένην ἀνάλογον, περὶ ἧς ἐν τῇ Ἀποδεικτικῇ λόγον | |
15 | ἐποιησάμεθα. λοιμωξάντων γὰρ τῶν Ἀθηναίων ἔπεμψαν ἐν Δέλφοις χρησόμενοι τί ποιήσαντες παύσαιντο τοῦ λοιμοῦ· ἔχρησεν δὲ αὐτοῖς ὁ θεὸς διπλασιάσαντας τὸν βωμὸν οὕτως θῦσαι. τυγχάνοντος δὲ τοῦ βωμοῦ κύβου ἕτερον κύβον ἐπῳκοδόμησαν οἰόμενοι τοῦτο εἶναι τὸ ὑπὸ τοῦ χρησμοῦ λεγόμενον· εἶθ’ ὡς οὐδὲ τοῦτο ποιησάντων ἐπαύσαντο, ἐπὶ | |
20 | τὸν Πλάτωνα πορευθέντες ἤροντο αὐτὸν τί δέοι ποιεῖν. ὁ δὲ φησὶν ὅτι ‘ὀνειδίζει ὑμῖν ὁ θεὸς ὡς ἀπείροις γεωμετρίασ‘· ἔδειξε γὰρ μὴ ἰδιωτικῶς τὸ διπλάσιον ἐννοῆσαι, ἀλλ’ εὑρεῖν μέσην τινὰ ἀνάλογον καὶ τούτῳ διπλασιάσαι ταύτην· ὅθεν οὕτω ποιησάντων παραυτίκα ἐπαύσαντο ⟦τὰ⟧ τοῦ λοιμοῦ. εὗρεν δὲ καὶ ἠθικά· τὸ γοῦν μὴ ἐπὶ μισθῷ διδάσκειν, ἠθικὸν | |
25 | ὄν, πρῶτος εὗρεν. ἀμέλει Πυθαγόρας, καὶ οἱ πρὸ αὐτοῦ ἅπαντες, ἑκατὸν δραχμὰς χρυσίου λαμβάνων τὴν οἰκείαν μετεδίδου 〈σοφίαν〉, κάπηλος μᾶλλον λόγων τυγχάνων ἢ φιλόσοφος. ὅθεν καὶ τὸν Τίμαιον ἑπτὰ ἀργυρίων ὠνησάμενος ἀπὸ τῶν Πυθαγορείων κατὰ μίμησιν αὐτοῦ | |
ἔγραψεν τὸν διάλογον· ὅθεν καὶ φέρεταί τι ἔπος τοιόνδε· | 11 | |
30 | ‘πολλῶν ἀργυρίων ὀλίγην ἠλλάξατο μολπήν, ἔνθεν ἀφορμηθεὶς Τιμαιογραφεῖν ἐπεχείρει‘. εὗρεν δὲ καὶ πολιτικά· τὸ γοῦν τὰς †τηβάδας† κυκλοτερεῖς εἶναι αὐτὸς πρῶτος ἐφεῦρεν ὡς πολυχωρητοτέρας· δέδεικται γὰρ τοῖς γεωμέτραις ὅτι πάντων τῶν ἰσοπεριμέτρων χωρίων πολυχωρητότερος τυγχάνει ὁ | |
35 | κύκλος. εὗρεν δὲ καὶ τὸ τρίτον τῆς πολιτείας εἶδος τὸ ἐξ ὑποθέσεως. ἀλλὰ δὴ καὶ θεολογικὰ εὗρεν, οἷον τὸ τὰς ἰδέας εἶναι ἐν τῷ παρα‐ δειγματικῷ. οὐχ ὅτι καὶ ἄλλοι πρὸ αὐτοῦ οὐκ ἐγίνωσκον ὡς εἰσὶν αὗται· Πυθαγόρας οὖν ἔλεγεν αὐτὰς ἐν τῷ ποιητικῷ εἶναι, καὶ Ἀριστοτέλης δὲ μετ’ αὐτὸν ἐν τῷ ποιητικῷ, αὐτὸς δ’ ὡς εἴρηται ἐν τῷ παραδειγματι‐ | |
40 | κῷ αὐτὰς ἔφησεν εἶναι, αἵπερ ἐπέκεινά εἰσιν τοῦ ποιητικοῦ. ἀμέλει γοῦν καὶ φασὶν αὐτὸν εὑρηκότα τὰς ἰδέας ἑωρακέναι ἑαυτὸν τρίτον ἔχοντα ὀφθαλμόν. εὗρεν δὲ καὶ τί ἐστιν αἰών· οἱ γὰρ πρὸ αὐτοῦ αἰῶνα ἔλεγον τὴν ἀπειρίαν τοῦ χρόνου, αὐτὸς δὲ ἔδειξεν ὡς ἄλλη ἐστὶν ἡ ἀπειρία τοῦ χρόνου καὶ ἄλλος ὁ αἰών. εὗρεν δὲ καὶ εἶδος συγγραφῆς τὸ διαλογικόν· | |
45 | εἰ γάρ τις εἴποι ὅτι καὶ Ζήνων πρὸ αὐτοῦ διαλόγους ἔγραψεν καὶ Παρμενίδης, ἐροῦμεν ὅτι οὗτος μάλιστα αὐτῷ ἐχρήσατο. | |
6 | Ἔζησεν δὲ παʹ ἐνιαυτούς, καὶ διὰ τούτου δεικνὺς ὡς Ἀπολλωνιακὸς ὢν τυγχάνει. ὁ γὰρ θʹ τῶν Μουσῶν ἀριθμὸς ἐφ’ ἑαυτὸν πολλαπλασιαζό‐ μενος ἀπογεννᾷ τὸν παʹ ἀριθμόν· ὅτι δ’ αἱ Μοῦσαι ὑπηρέτιδές εἰσιν τοῦ Ἀπόλλωνος, οὐδεὶς ἀντερεῖ. οὗτος δὲ ὁ παʹ ἀριθμὸς δυναμοδύναμις | |
5 | λέγεται ὡς ἂν τοῦ γʹ, ἀριθμοῦ πρώτου ὄντος διὰ τὸ ἔχειν αὐτὸν ἀρχὴν καὶ μέσον καὶ τελευτήν, πολλαπλασιαζομένου καὶ ἀπογεννῶντος τὸν θʹ (τριάκις γὰρ τρία θʹ) καὶ τοῦ ἐννέα τὸν παʹ ἀριθμόν. ἔστιν δὲ καὶ ἐκ τῶν μετὰ τὸν βίον αὐτοῦ τὸ θεῖον αὐτοῦ καταμαθεῖν. γυνὴ γοῦν τις ἀπῆλθεν χρησομένη εἰ δεῖ τὴν στήλην αὐτοῦ συντάξαι αὐτὴν τοῖς ἀγάλ‐ | |
10 | μασι τῶν θεῶν, ἔχρησεν δ’ ὁ θεὸς τάδε· ‘δόξης ἀντιθέοιο καθηγητῆρα Πλάτωνα εὖ δρῴης τίουσα, χάρις δέ ς’ ἀμείψεται ἐσθλὴ ἐκ μακάρων, οἷσίν περ ἀνὴρ ἐνάριθμος ἐκεῖνοσ‘. ἄλλος δὲ χρησμὸς ἐδόθη ὡς δύο παῖδες τεχθήσονται, Ἀπόλλωνος μὲν | |
15 | Ἀσκληπιός, Ἀρίστωνος δὲ Πλάτων, ὧν ὁ μὲν ἰατρὸς ἔσται σωμάτων, ὁ δὲ ψυχῶν. καὶ Ἀθηναῖοι δὲ τὴν γενεθλιακὴν αὐτοῦ ἡμέραν ἐπιτελοῦντες ἐπᾴδοντες φάσκουσιν· ‘ἤματι τῷδε Πλάτωνα θεοὶ δόσαν ἀνθρώποισιν‘. ὅρα δὲ καὶ τὴν ὑπεροχὴν ἣν ἔσχεν πρὸς Πυθαγόραν· αὐτὸς μὲν γὰρ | 13 |
20 | ἀπῆλθεν εἰς Περσίδα τὴν τῶν μάγων ὠφεληθῆναι θέλων σοφίαν, οἱ δὲ μάγοι διὰ τὸν Πλάτωνα Ἀθήναζε παρεγένοντο τῆς ἐξ αὐτοῦ μετασχεῖν φιλοσοφίας γλιχόμενοι. | |
7 | Ἐπειδὴ τὴν ἱστορίαν τοῦ Πλάτωνος μεμαθήκαμεν, φέρε καὶ τὸ εἶδος τῆς αὐτοῦ φιλοσοφίας διηγησώμεθα. πολλαὶ τοίνυν γεγόνασι πρὸ Πλά‐ τωνός τε καὶ μετὰ Πλάτωνα φιλοσόφων αἱρέσεις, καὶ πάντας ὑπερη‐ κόντισεν ἐν τοῖς δόγμασι καὶ τῇ διανοίᾳ καὶ πᾶσιν ἅπαξ ἁπλῶς. ἦσαν | |
5 | δὲ πρὸ αὐτοῦ μὲν αἱρέσεις αὗται· ἥ τε ποιητική, ἧς καθηγεμόνες γεγό‐ νασιν Ὀρφεύς, Ὅμηρος, Μουσαῖός τε καὶ Ἡσίοδος· γέγονεν δὲ καὶ ἡ ἀπὸ τοῦ Ἰωνικοῦ διδασκαλείου, ἧς προκατήρξατο Ἡράκλειτος καὶ Θαλῆς καὶ Ἀναξαγόρας· γέγονεν δὲ καὶ ἡ Πυθαγόρου καὶ Παρμενίδου. μετὰ Πλάτωνα δὲ γέγονεν ἡ Στωϊκὴ καὶ ἡ Ἐπικούρειος καὶ ἡ Περι‐ | |
10 | πατητικὴ καὶ ἡ τῆς νέας Ἀκαδημίας. διαφέρουσι δ’ οἱ τῆς νέας Ἀκαδη‐ μίας τῶν ἐφεκτικῶν τῷ τοὺς μὲν ἐφεκτικοὺς ὁμοίως λέγειν διὰ πάντων τῶν ὄντων πεφοιτηκέναι 〈τὴν ἀκαταληψίαν〉, τοὺς δὲ τῆς νέας Ἀκαδη‐ μίας οὐχ ἁπάντων ὁμοίως, ἀλλ’ εἶναί τινα τῶν πραγμάτων ἃ σαίνουσι τὴν ἡμετέραν ψυχὴν πρὸς συγκατάθεσιν μετρίαν. | |
15 | Πασῶν τούτων κρείττων ὤφθη ὁ Πλάτων. ἀπώνατο μὲν γὰρ τῆς ποιη‐ τικῆς τὸ ὑμνῆσαι τὴν τάξιν τῶν ὄντων, ὑπερέβαλεν δ’ αὐτὴν τῷ τοὺς μὲν ποιητὰς ἄνευ ἀποδείξεως καὶ ὡς αὐτὸς φησὶν ‘μαινομένῳ καὶ ἐν‐ θουσιῶντι στόματι‘, αὐτὸν δὲ μετὰ ἀποδείξεως ἅπαν εἰρηκέναι. ὑπερέ‐ βαλεν δ’ αὐτοὺς καὶ τῷ εὐσχήμῳ τῶν μύθων· ἐκεῖνοι γὰρ ὡς ἔτυχεν | |
20 | ἔπλεκον τοὺς μύθους, αὐτὸς δὲ φησὶν ὅτι χρὴ ἔχειν τινὰ τοὺς μέλλοντας πλέκειν περὶ θεοῦ μῦθον οἷς προσέχοντες οἱ ἐντυγχάνοντες οὐκ ἀπατη‐ θήσονται. δεῖ γὰρ εἰδέναι ὡς ὁ θεὸς ἀγαθός ἐστιν καὶ οὐδαμῶς προ‐ βάλλεται τὸ ψεῦδος, οὔτε διὰ ἄγνοιαν τοῦ ἀληθοῦς οὔτε διὰ ἀπατηλόν τι· καὶ ὅτι πᾶς θεὸς ἀμετάβλητος καὶ ἄτρεπτος, οὔτε γὰρ ἐπὶ τὸ χεῖρον | |
25 | μεταβάλλει οὔτε ἐπὶ τὸ κρεῖττον, διότι τὸ μὲν οὐ πέφυκε, τὸ δὲ οὐ | |
δύναται· οὐ πέφυκεν ἐπὶ τὸ χεῖρον μεταβάλλειν, οὐ δύναται δ’ ἐπὶ τὸ κρεῖττον, αὐτόχρημα κρείττων ὑπάρχων ἁπάντων. τοῦτό ἐστιν τὸ εὔσχη‐ μον τῶν μύθων. ταῦτα δεῖ ἐν νῷ ἔχειν τοὺς ἐντυγχάνοντας μύθῳ, ἵνα μὴ οἱ παῖδες ἀδικῶνται, ἀλλ’ εὐθέως τῷ ἐγκύπτειν αὐτοὺς ἐκ τῶν εἰρη‐ | 15 | |
30 | μένων μὴ ἀναμείνωσιν δίκην τῶν Αἰσωπείων μύθων τὸ ἐπιμύθιον, ἐξ αὐτοῦ τὸ χρήσιμον τοῦ μύθου μαθεῖν βουλόμενοι, ἀλλ’ εὐθέως φανῇ αὐτοῖς τὸ ἐν τούτοις ἀγαθόν. οἱ γὰρ παῖδες, εἰ μὴ τούτοις προσέχωσι, δυσεκνίπτως μέλλουσιν ἔχειν ὃ κακῶς ἤκουσαν. | |
8 | Ὑπερέβαλεν οὖν τοὺς ποιητὰς τῷ τε ἀποδεικτικωτέρῳ καὶ εὐσχη‐ μονεστέρῳ· ὑπερέβαλεν δὲ καὶ τοὺς ἐκ τοῦ Ἰωνικοῦ διδασκαλείου, οἵτινες καὶ φυσικοὶ ἦσαν. δεῖ γὰρ εἰδέναι ὅτι εἰ καὶ ἔλεγον εἶναι τὰ συναίτια, οὗτος δὲ διέκρινεν αὐτὰ ἀπ’ ἀλλήλων καὶ εἶπεν ποῖά εἰσιν τὰ | |
5 | αἴτια, ὅτι παραδειγματικὸν ποιητικὸν τελικόν. εἰ δὲ καὶ Ἀναξαγόρας ὥσπερ ἐκ βαθέος κάρου ὀνειρώττων λέγει ποιητικὸν εἶναι αἴτιον τὸν νοῦν, ὅμως οὐκ ἐχρῆτο αὐτῷ ἐν τῇ γενέσει καὶ φθορᾷ, ἀλλ’ ᾐτιᾶτο δίνας ἀέρων καὶ ἀνέμους, μηδαμοῦ τὸν νοῦν αἰτιώμενος, πάλιν δ’ ἐκεί‐ νων λεγόντων ὡς ὕλη εἰσὶν τὰ στοιχεῖα, ἔδειξεν αὐτὸς ὅτι οὐδὲ συλλα‐ | |
10 | βῶν λόγον ἐπέχουσι· φησὶν γὰρ ὅτι τοῖς μὲν κδʹ στοιχείοις ἔοικεν ἡ ἀνείδεος ὕλη, ταῖς δὲ συλλαβαῖς τὸ ἄποιον σῶμα, ταῖς δὲ λέξεσι τὰ δʹ στοιχεῖα, ὥστε οὐδὲ συλλαβῶν λόγον ἐπέχουσι. καὶ τούτων ἄρα ὑπεραί‐ ρει ὁ Πλάτων, καὶ ἔστιν τῶν μὲν πρώτων ἀποδεικτικώτερος, τῶν δὲ δευτέρων ἐνθεαστικώτερος. | |
15 | Καὶ τῶν Πυθαγορείων δ’ ἀπώνατο μὲν τὸ δι’ ἀριθμῶν σημαίνειν τὰ πράγματα· ἀμέλει ἐν τῷ Τιμαίῳ ἐχρήσατο τούτῳ τῷ τρόπῳ· ὑπερῆρεν δὲ καὶ αὐτοὺς τῷ σαφεστέρῳ ἅμα καὶ ἀποδεικτικωτέρῳ. ἐν αὐτῷ γὰρ τῷ Τιμαίῳ φαίνεται σαφέστερον καὶ ἀποδεικτικώτερον δεικνὺς δι’ ἀριθ‐ μῶν τὰ πράγματα. | |
20 | Τὴν Παρμενίδου δ’ ὑπερῆρεν φιλοσοφίαν τῷ ἐκεῖνον μὲν λέγειν ἀρχὴν εἶναι τῶν ὄντων τὸ ὄν, τοῦτον δὲ δεῖξαι ὡς οὐκ ἔστιν τοῦτο, ἀλλὰ πρὸ τούτου ἐστὶ τὸ ἕν. εἰ γὰρ τὸ ὂν ἦν, πάντα ἔμελλε τοῦ ὄντος ἐφίεσθαι, πάντα γὰρ ἤρτηνται τῆς οἰκείας ἀρχῆς· νυνὶ δὲ ὁρῶμέν τινας τοῦ εἶναι καταφρονοῦντας διὰ μεῖζον ἀγαθόν. οὐκ ἄρα τὸ ὄν ἐστιν ἡ μία τῶν | |
25 | πάντων ἀρχή, ἀλλὰ τὸ ἕν, ὅπερ τοῦ ὄντος ἐπαναβέβηκεν. | |
9 | Τῶν μὲν οὖν πρὸ αὐτοῦ φιλοσόφων τὰ πρωτεῖα ἔσχεν διὰ τοὺς προ‐ ειρημένους λόγους, ὑπερῆρεν δὲ καὶ τοὺς μετ’ αὐτὸν ἅπαντας. τῶν μὲν Στωϊκῶν κρείττων ἐφάνη διὰ τὸ ἐκείνους μὲν πάντα τὰ ὄντα σώματα λέγειν, τοῦτον δὲ δεῖξαι ὡς εἰσὶ καὶ ἀσώματά τινα. ἔδειξεν γὰρ τὴν | 17 |
5 | ψυχὴν ἀσώματον οὖσαν· εἰ δὲ ἀσώματός ἐστιν, καὶ οἱ πρὸ αὐτῆς ἄγγελοι ἀσώματοι ἔσονται καὶ ὁ νοῦς ὁ πρὸ τούτων καὶ τὸ πρῶτον αἴτιον, ὃ τὸ ἀγαθὸν καλεῖ. Καὶ τοὺς Ἐπικουρείους δὲ ὑπερέβαλεν. οὗτοι γὰρ ἔλεγον ἀπρονόητα εἶναι τὰ τῇδε καὶ μέχρι τῶν οὐρανίων σωμάτων προέρχεσθαι τὴν πρό‐ | |
10 | νοιαν τοῦ δημιουργοῦ· πράγματα γάρ, φασίν, ἔχειν ἔμελλεν καὶ πόνους ὑπομένειν, εἴ γε καὶ τούτων προὐνοεῖτο· ἔδειξεν δ’ ὁ Πλάτων ὡς καὶ τὰ τῇδε προνοίας εἰσίν. καὶ ἐξέφυγε μὲν τά τε τῶν προτέρων ἄτοπα καὶ τὰ τῶν δευτέρων, εἵλετο δὲ τὰ ἐν ἀμφοτέροις ἀληθῆ. τοῖς γὰρ προτέροις, τοῖς Στωϊκοῖς λέγω, σώματα λέγουσι πάντα τὰ ὄντα ἕπεται | |
15 | ἄτοπον ὡς μοχλείας καὶ ἁφῆς ὁ δημιουργὸς δεήσεται, εἰ μέλλοι τὰ τῇδε διοικεῖν· ἡ γὰρ τῶν σωμάτων πεῖσις διὰ μοχλείας γίνεται, ὅταν ἄλλο σῶμα ᾖ τὸ ποιοῦν εἰς αὐτό. τοῦτο οὖν ἑπόμενον ἄτοπον αὐτοῖς ἐξέφυγεν διὰ τοῦ δεῖξαί τινα ἀσώματα ὄντα, ἐξελέξατο δὲ τὸ προ‐ νοεῖσθαι τῶν τῇδε τὸ θεῖον. ἄτοπον δ’ ἠκολούθει τοῖς Ἐπικουρείοις τὸ | |
20 | μὴ πάντων πρόνοιαν ποιεῖσθαι τὸν δημιουργόν, ὃ διαπέφευγεν ὁ Πλά‐ των· οὐδὲ γὰρ ὡς ἐκεῖνοι διὰ μοχλείας φησὶ γίνεσθαι τὴν πρόνοιαν, ἀσώματος γὰρ ὢν οὐδενὶ πόνῳ οὐδὲ κόπῳ τὴν τοιαύτην ποιεῖται πρό‐ νοιαν. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ τῶν Περιπατητικῶν ἔσχεν τι πλέον. τού‐ | |
25 | των γὰρ οἰομένων τὴν πάντων ἀρχὴν εἶναι τὸν νοῦν, ἔδειξεν ὡς πρὸ τοῦ νοῦ ἐστὶν τὸ ἓν καὶ πρὸ τῶν ἄλλων ἁπάντων. εἰ γὰρ ὁ νοῦς ἦν ἡ ἀρχὴ τῶν ὄντων, ἅπαντα ἔμελλεν νοεῖν, τῷ πάντα τῆς οἰκείας ἠρτῆσθαι ἀρχῆς· νυνὶ δὲ ὁρῶμέν τινα μὴ νοοῦντα· οὐκ ἄρα ὁ νοῦς ἐστὶν ἡ ἀρχή. καὶ τῷ τοὺς Περιπατητικοὺς λέγειν τελικὸν πάντων τῶν ὄντων εἶναι | |
30 | τὸν νοῦν, τοῦτον δὲ τὸν Πλάτωνα δεῖξαι ὅτι καὶ ποιητικόν ἐστιν αἴτιον καὶ τελικὸν τῶν ὄντων τὸ ἕν. καὶ ἄλλως δ’ ἔστιν δεῖξαι ὅτι οὐκ ἔστιν πρῶτον αἴτιον ὁ νοῦς· εἰ γὰρ ἦν, ἐπειδὴ πολλά ἐστιν εἴδη, πολλοὶ ἔσον‐ ται νοῖ· εἰ δὲ τοῦτο, πλῆθος ἔσται ἡ ἀρχή, ὅπερ ἄτοπον, δεῖ γὰρ τὴν | |
ἀρχὴν ἀπὸ ἑνὸς ἄρξασθαι. | 19 | |
10 | Ἀλλὰ καὶ τὴν τῶν νέων Ἀκαδημαϊκῶν ὑπερέβαλεν φιλοσοφίαν τῷ ἐκείνην ἀκαταληψίαν πρεσβεύειν, δεῖξαι δὲ τοῦτον ὡς εἰσὶν ἐπιστημονι‐ καὶ καταλήψεις τινές. λέγουσι δέ τινες συνωθοῦντες τὸν Πλάτωνα εἰς τοὺς ἐφεκτικούς τε καὶ τοὺς Ἀκαδημαϊκοὺς ὡς καὶ αὐτοῦ ἀκαταληψίαν | |
5 | εἰσάγοντος· καὶ κατασκευάζουσι τοῦτο ἐκ τῶν εἰρημένων αὐτῷ ἐν τοῖς συγγράμμασιν αὐτοῦ. λέγει τοίνυν, φασίν, ἐπιρρήματά τινα ἀμφίβολά τε καὶ διστακτικὰ περὶ πραγμάτων διαλεγόμενος, οἷόν ἐστιν τὸ ‘εἰκὸσ‘ καὶ τὸ ‘ἴσωσ‘ καὶ ‘τάχ’ ὡς οἶμαι‘· τοῦτο δ’ οὐκ ἐπιστήμονός ἐστιν, ἀλλά τινος μὴ καταλαβόντος τὴν ἀκριβῆ γνῶσιν. πρὸς τούτους δέ φαμεν ὡς | |
10 | ταῦτα φησὶν οἷον προσδιοριζόμενος, ὅπερ οὐ ποιοῦσιν οἱ ἐφεκτικοί· οὔτε γὰρ ἀκριβῶς διαλέγονται οὔτε προσδιορίζονται, εἴπερ πάντων ἀκατα‐ ληψίαν λέγουσι. δεύτερον λόγον λέγουσιν ὅτι ἐξ ὧν τὰ ἐναντία περὶ τῶν αὐτῶν κατασκευάζει δῆλός ἐστιν ἀκαταληψίαν πρεσβεύων· οἷον περὶ φιλίας ἐν τῷ Λύσιδι διαλεγόμενος τἀναντία κατεσκεύασεν, καὶ περὶ | |
15 | σωφροσύνης ἐν τῷ Χαρμίδῃ, καὶ περὶ ὁσιότητος ἐν τῷ Εὐθύφρονι. καὶ πρὸς τούτους δὲ ἐροῦμεν ὅτι εἰ καὶ τἀναντία κατεσκεύασεν, ἀλλ’ οὖν τελευταῖον ἐπέκρινε τὴν ἀλήθειαν. τρίτον λέγουσιν ὅτι οὐκ οἴεται ἐπι‐ στήμην εἶναι· καὶ δῆλον ἐξ ὧν πᾶσαν ἀπόδοσιν τῆς ἐπιστήμης καὶ τὸν ἀριθμὸν ἀνεσκεύασεν ἐν Θεαιτήτῳ· πῶς οὖν κατάληψιν φήσομεν τὸν | |
20 | τοιοῦτον πρεσβεύειν; πρὸς οὓς ἐροῦμεν ὅτι ὁ Πλάτων οὐκ οἴεται ἀγρά‐ φῳ γραμματείῳ ἐοικέναι τὴν ψυχήν, ἀλλὰ νομίζει αὐτὴν ἀνακαλύψεως δεῖσθαι μόνης πρὸς τὸ νῆψαι καὶ ἰδεῖν τὰ πράγματα, ἐπεὶ ἔχει τὴν ἐπιστήμην ἐν αὑτῇ, ἀμβλυώττει δὲ διὰ τὴν πρὸς τὸ σῶμα συνάφειαν. μόνης οὖν ἀνακαθάρσεως δεῖται· διὸ τοὺς κακῶς εἰρημένους περὶ ἐπι‐ | |
25 | στήμης λόγους ἀνεσκεύασεν, ἐάσας ψυχῇ ἀποκαθαρθείσῃ νοῆσαι τὸ ἀληθές. τέταρτον λέγουσι λόγον τοιοῦτον· εἰ διττὴν οἴεται τὴν γνῶσιν ὁ Πλάτων, τὴν μὲν δι’ αἰσθήσεως, τὴν δὲ διὰ νοῦ γινομένην, ἑκατέραν δὲ λέγει σφάλλεσθαι, δῆλον ὡς ἀκαταληψίαν πρεσβεύει. φησὶν γὰρ ‘οὐδὲν οὔτε ὁρῶμεν οὔτε ἀκούομεν ἀκριβῶς, ἀλλὰ διαμαρτάνουσιν αἱ αἰσθή‐ | |
30 | σεισ‘· καὶ πάλιν περὶ τῶν νοητῶν φησὶν ὅτι ‘ἡ ψυχὴ ἡμῶν προσπεπλεγ‐ μένη 〈τῷ〉 κακῷ τούτῳ, τῷ σώματι, οὐδὲν νοεῖ‘. πρὸς οὓς ἐροῦμεν ὅτι, ὅταν εἴπῃ ὡς αἱ αἰσθήσεις οὐκ ἀντιλαμβάνονται τῶν αἰσθητῶν, τοῦτο λέγει ὅτι τὴν οὐσίαν τῶν αἰσθητῶν οὐ γινώσκουσιν· ἐπεὶ τοῦ πάθους τοῦ | |
εἰς αὐτὰς ἐξ αὐτῶν τῶν αἰσθητῶν γινομένου ἀντιλαμβάνονται, οὐκ ἴσασι | 21 | |
35 | δὲ τὴν οὐσίαν αὐτὴν καθ’ αὑτὰς οὖσαι. οἷον ἡ ὄψις διακρινομένη μὲν ὑπὸ λευκοῦ αἰσθάνεται, τί δ’ ἔστιν λευκὸν καθ’ αὑτὴν οὐκ οἶδεν, ἀλλὰ συμπλεκομένη τῇ φαντασίᾳ διαγινώσκει· ὥσπερ καὶ ἡ δόξα οὐκ οἶδεν καθ’ αὑτὴν οὖσα ἅπερ οἶδεν μετὰ τῆς διανοίας. πάλιν ὅταν εἴπῃ ὅτι ἡ ψυχὴ οὐ νοεῖ συνοῦσα τῷ κακῷ τούτῳ, οὐ περὶ πάντων τῶν ἀνθρώπων | |
40 | λέγει τοῦτο, ἀλλὰ περὶ τῶν ἐνύλως ζώντων· ἐκεῖνοι γὰρ καὶ ἡττωμένην ἔχουσι τὴν ψυχὴν ὑπὸ τοῦ σώματος, οὓς καὶ ‘σπαρτικοὺσ‘ ἀλλαχοῦ ὀνο‐ μάζει, δίκην φυτῶν ἀποβλαστάνοντας· οἱ δὲ καθαροὶ καὶ ὑπ’ αὐτοῦ ἀλλαχοῦ ‘οὐρανοπολῖται‘ λεγόμενοι, οὗτοι νοοῦσιν. πέμπτος λόγος ἐστὶν οὗτος· αὐτός, φασίν, λέγει ἐν διαλόγῳ αὐτοῦ ὅτι ‘οὐδὲν οἶδα οὔτε | |
45 | διδάσκω τι, ἀλλὰ διαπορῶ μόνον‘· ὅρα οὖν πῶς ὁμολογεῖ ἰδίῳ στόματι μηδὲν κατειληφέναι. λέγομεν δὲ καὶ πρὸς τούτους ὅτι, ὅταν εἴπῃ ‘οὐδὲν οἶδα‘, ὡς πρὸς τὴν τῶν θείων γνῶσιν τὴν ἰδίαν παραβάλλει γνῶσιν. ἐκείνη γὰρ ἄλλη ἐστὶν παρὰ τὴν ἡμετέραν· μόνη γὰρ ψιλὴ γνῶσις ἡ ἡμετέρα, ἡ δὲ τοῦ θεοῦ ἔμπρακτος, κἀκείνη μὲν ἁπλῇ ἐπιβολῇ γινώσκει, | |
10(50) | ἡμεῖς δὲ δι’ αἰτίων καὶ προτάσεων. πάλιν δ’ ‘οὐδένα διδάσκω‘ λέγει ἀντὶ τοῦ ‘οὐδενὶ ἐντίθημι τὰ δόγματα‘· οὐ γὰρ ἀγράφῳ, ὥσπερ εἴρηται, γραμματείῳ ἀπεικάζει τὴν ψυχήν, ὡς ἐγγράψαι αὐτῇ μὴ ἐχούσῃ τὰ πράγματα, ἀλλ’ ὡς ἂν εἰς φῶς ἄγει καὶ μόνον ἀναμιμνῄσκων ἀνακα‐ θαίρει δίκην τῶν ἐκματτόντων τὰς λήμας τὰς ἐπιπροσθούσας τοῖς | |
55 | ὀφθαλμοῖς. ἀμέλει, ὡς ἀλλαχοῦ λέγει, ὁ ἐρωτώμενός ἐστιν ὁ συμπεραί‐ | |
11 | νων· διὰ τοῦτο ὃ δοκεῖ αὐτῷ δίδωσιν. ὅτι 〈δὲ〉 τὸ ‘διαπορεῖν‘ ὁδός ἐστιν πρὸς τὸ καταλαβεῖν, παντὶ δῆλον. καὶ ἄλλως, εἰρηκὼς ‘οὐδὲν οἶδα‘ προσέθηκεν ὅτι ‘πλὴν ὀλίγου τινός, καὶ τοῦτο τοῦ λαμβάνειν λόγον καὶ διδόναι‘, ἀντὶ τοῦ ‘διαλέγεσθαι‘· οἶδεν ἄρα τὴν διαλεκτικήν. λέγει | |
5 | δὲ πάλιν εἰδέναι ἀλλαχοῦ τὰ ἐρωτικά, ὥσπερ ἐν ἄλλοις τὴν μαιείαν. καὶ διὰ τούτων τῶν τριῶν φαίνεται ἐν τῷ Φαίδρῳ ἀνυμνῶν τὸ θεῖον, ἀγαθὸν αὐτὸ λέγων καὶ καλὸν καὶ σοφόν. ὥσπερ γὰρ ἡ διαλεκτικὴ διὰ πασῶν τῶν ἐπιστημῶν πεφοίτηκεν, καὶ πάντα τοῦ ἀγαθοῦ ὀρέγεται, διὰ τοῦτο οὖν ἀναλογεῖν ἔφη ἐκεῖ τῇ διαλεκτικῇ τἀγαθόν· τῇ δὲ ἐρω‐ | |
10 | τικῇ τὸ καλόν, τῶν γὰρ καλῶν ἐρῶμεν· τῇ δὲ μαιευτικῇ τὸ σοφόν, ὥσπερ γὰρ τοῦ σοφοῦ ἔργον τὸ τὰ ἐν βάθει κρυπτόμενα τῆς ψυχῆς εἰς φῶς ἄγειν καὶ τὰς ὠδῖνας αὐτῆς ἐκφαίνειν, οὕτω καὶ τῆς μαιευτικῆς ἔργον ἐστὶν τὸ ἐν βάθει ὂν παιδίον ἐκφέρειν. ἐπεὶ οὖν οὕτως τοὺς ἐκείνων λόγους ἀνεγράψαμεν, φέρε δὴ καὶ αὐτὸ καθ’ αὑτὸ δείξομεν ὡς οὐκ ἦν | 23 |
15 | τῆς δόξης ταύτης ὁ Πλάτων. πῶς γὰρ ἔχει εἶναι τοιοῦτος ὁ εἰρηκὼς καὶ ἀποφηνάμενος ὡς οὐδὲν καυχήσεται φυγεῖν τὴν τῆς διαιρέσεως μέθοδον; καὶ πάλιν τὸν Σωκράτην ἐν Γοργίᾳ εἰσφέρει λέγοντα καὶ ὁμολογεῖν ποιοῦντα τὸν προσδιαλεγόμενον ταῖς ἐκείνου ἐρωτήσεσιν· ἀμέλει γοῦν φησὶν ‘εἰ μὴ σαυτοῦ λέγοντος ⟦μὴ⟧ ἀκούσῃς, ἄλλου λέγον‐ | |
20 | τος μὴ πεισθῇσ‘· πῶς οὖν ἐφεκτικὸν τὸ τοιοῦτον λογισόμεθα; | |
12 | Ἐπειδὴ τοίνυν μεμαθήκαμεν ὡς πασῶν προὔχει ἡ τούτου φιλοσοφία καὶ ὡς δογματικός ἐστιν καὶ οὐκ ἐφεκτικός, φέρε καὶ τὴν πρόοδον καὶ τὴν τάξιν τῶν ὄντων τὴν κατὰ Πλάτωνα ὑφηγησόμεθα. οὗτος τοίνυν μίαν ἔλεγεν τῶν πάντων ἀρχὴν καὶ οὐ δύο, ὡς Ἐμπεδοκλῆς, οὔτε ἀπείρους, | |
5 | ὡς οἱ Ἐπικούρειοι· καὶ ταύτην οὐ σῶμα, ὡς οἱ Στωϊκοί, ἀλλὰ ἀσώματον· καὶ ἀσώματον οὐ ζωήν, ἢ γὰρ ἂν πάντα ἔζων, οὔτε ψυχήν, οὔτε νοῦν, οὐκ ὄν, διὰ τὰ αὐτὰ ἄτοπα, ἀλλὰ τὸ ἕν, ὃ καὶ τἀγαθὸν καλεῖ. μετὰ τοῦτο φησὶν εἶναι τὸ πέρας καὶ τὸ ἄπειρον· καὶ μετὰ ταῦτα τὸν νοητὸν κόσμον· μετὰ τοῦτο τοὺς ὑπερκοσμίους θεούς· μετὰ ταῦτα τοὺς ἐγκοσμί‐ | |
10 | ους· μετὰ ταῦτα ἀγγέλων ιβʹ γένη· εἶτα τῶν ἀνθρώπων ψυχάς· καὶ οὕτως τὰς τῶν ἀλόγων ζῴων· καὶ ἐφεξῆς τὴν φυτικὴν ψυχήν· καὶ οὕτως τὸ σῶμα τὸ ἔνυλον καὶ ἄϋλον καὶ θνητὸν καὶ ἀθάνατον· καὶ τὸ ἔνυλον εἶδος· καὶ τελευταῖον τὴν ὕλην. | |
13 | Ἐπεὶ δὲ τοῦ Πλάτωνος τὴν ἱστορίαν μεμαθήκαμεν καὶ τὸ εἶδος τῆς αὐτοῦ φιλοσοφίας, φέρε καὶ τρίτου κεφαλαίου ἀπαρξώμεθα καὶ δια‐ λεχθῶμεν περὶ τῶν συγγραμμάτων αὐτοῦ. πρῶτον δ’ ἐπιλυσώμεθα τὴν ἀπορίαν τὴν φερομένην διὰ τὸ συγγραφῆς ἀξιῶσαι τὰ οἰκεῖα δόγματα. | |
5 | αὐτὸς γάρ, φασίν, ἐν Φαίδρῳ διαβάλλει τοὺς συγγραφομένους διὰ τὸ ἄψυχα ὄντα τὰ συγγράμματα μὴ δύνασθαι λόγον δοῦναι πρὸς τὸν ἀποροῦντα ἅτε δὴ τὸ αὐτὸ φθεγγόμενα καὶ μὴ δυνάμενα ἀπορίαν φερο‐ μένην κατ’ αὐτῶν ἐπιλύσασθαι· οὐ δεῖ οὖν, φησίν, συγγράφειν, ἀλλὰ μαθητὰς δεῖ καταλιμπάνειν, οἵτινές εἰσιν ἔμψυχα συγγράμματα. τοῦτο | |
10 | γὰρ καὶ οἱ πρὸ αὐτοῦ εἰώθεσαν ποιεῖν· ὅθεν Σωκράτης καὶ Πυθαγόρας ἑταίρους μόνον, οὐ μὴν καὶ συγγράμματα καταλελοίπασι. καὶ ταῦτα μὲν ἡ ἀπορία· ἡμεῖς δὲ λέγομεν ὅτι καὶ ἐν τούτῳ τὸ θεῖον μιμούμενος συγγράφειν ἠξίωσεν μεῖζον ἀγαθὸν ἀντὶ ἐλάττονος κακοῦ αἱρησάμενος, ὥσπερ γὰρ ἐκεῖνό τινα τῶν ὑπ’ αὐτοῦ δημιουργηθέντων ἀφανῆ ἐποίησεν, | 25 |
15 | οἷά εἰσι τὰ ἀσώματα πάντα, ἄγγελοι καὶ ψυχαὶ καὶ νοῖ καὶ ἄλλα τοιαῦτα, τινὰ δὲ ὑποπίπτοντα τῇ ἡμετέρᾳ αἰσθήσει καὶ φανερὰ τυγ‐ χάνοντα, οἷά εἰσιν τὰ οὐράνια σώματα καὶ τὰ ἐν γενέσει καὶ φθορᾷ, οὕτως καὶ αὐτὸς τινὰ μὲν ἐγγράφως παραδέδωκεν, τινὰ δὲ ἀγράφως καὶ μὴ ὑποπίπτοντα τῇ αἰσθήσει δίκην τῶν ἀσωμάτων, οἷά εἰσι τὰ ἐν | |
20 | συνουσίαις εἰρημένα αὐτῷ. ἀμέλει γοῦν καὶ Ἀριστοτέλει γέγραπται περὶ τῶν ἀγράφων συνουσιῶν Πλάτωνος. ἵνα οὖν κἀν τούτῳ δείξῃ τὴν πρὸς τὸ θεῖον φιλίαν, ἐσπούδασεν αὐτὸ μιμήσασθαι· οἱ γὰρ φίλοι μιμεῖσθαι ἑαυτοὺς σπουδάζουσι. | |
14 | Καὶ ταῦτα μὲν περὶ τούτων· ἄξιον δ’ ἐστὶν ζητῆσαι διὰ τί διαλογικῷ χαρακτῆρι ἐχρήσατο. ἀλλὰ πρὶν ἢ τούτου τὴν αἰτίαν μάθωμεν, εἴπωμεν τί ἐστιν διάλογος. διάλογος τοίνυν ἐστὶν λόγος ἄνευ μέτρου ἐξ ἐρωτή‐ σεως καὶ ἀποκρίσεως ποικίλων προσώπων συγκείμενος μετὰ τῆς προση‐ | |
5 | κούσης αὐτοῖς ἠθοποιΐας. τὸ δ’ ‘ἄνευ μέτρου‘ πρόσκειται διὰ τὸν κωμι‐ κὸν καὶ τραγικὸν λόγον ἔμμετρον ὄντα· σύγκειται γὰρ καὶ αὐτὸς ἐξ ἐρωτήσεως καὶ ἀποκρίσεως ποικίλων προσώπων μετὰ τῆς δεούσης ἠθοποιΐας. Ἄξιον δ’ ἐστὶν ζητῆσαι διὰ τί, ἀλλαχοῦ τοῦ Πλάτωνος διαβάλλοντος | |
10 | τὰ ποικίλα τῶν πραγμάτων—ἀμέλει τὴν αὐλητικὴν διαβάλλει ὡς ποικίλοις καὶ πολυτρήτοις ὀργάνοις χρωμένην, καὶ τὴν κιθαριστικὴν ὡς διαφόροις χορδαῖς, καὶ τὴν κωμικὴν διὰ τὸ διάφορον τῶν προσώπων, ὁμοίως δὲ καὶ τὴν τραγικήν—ταῦτα οὖν διὰ τοῦτο διαβάλλων διὰ τί αὐτὸς ἐκ ποικίλων προσώπων συγκειμένου τοῦ διαλόγου κέχρηται τῇ | |
15 | τοιαύτῃ συγγραφικῇ ἰδέᾳ. ἢ ἐκεῖνο δεῖ λέγειν ὡς οὐκ ἔστιν τοιοῦτον τὸ ποικίλον τῶν προσώπων τῶν παρὰ κωμῳδοῖς καὶ τραγῳδοῖς οἷόν ἐστιν τὸ παρὰ Πλάτωνι. ἐν ἐκείνοις γὰρ ἀγαθῶν καὶ κακῶν ὄντων προσώπων ἐπὶ ταὐτῷ μένειν συμβαίνει τὰ πρόσωπα, παρὰ Πλάτωνι δέ, εἰ καὶ ἔστιν τοῦτο εὑρεῖν, ἀγαθὰ λέγω καὶ κακὰ πρόσωπα, ἀλλ’ ἔστιν | |
20 | ἰδεῖν ἀμειβόμενα τὰ κακὰ ὑπὸ τῶν ἀγαθῶν καὶ διδασκόμενα καὶ καθαι‐ ρόμενα καὶ τῆς ἐνύλου ζωῆς ἀπαναχωροῦντα πάντως. ὥστε ἄλλο ἐστὶν τὸ παρ’ ἐκείνοις ποικίλον καὶ ἄλλο τὸ παρὰ τούτῳ· οὐκ ἄρα τοῖς ἐναν‐ | |
τίοις ὑπέπεσεν. | 27 | |
15 | Δεῖ οὖν εἰπεῖν τὰς αἰτίας δι’ ἃς τοιούτῳ εἴδει συγγραφῆς ἐχρήσατο. λέγομεν τοίνυν ὅτι τοῦτο ἐποίησεν ἐπειδὴ ὁ διάλογος οἷον κόσμος ἐστίν. ὥσπερ γὰρ ἐν τῷ διαλόγῳ διάφορα πρόσωπά εἰσιν φθεγγόμενα καθὼς ἑκάστῳ πρέπει, οὕτω καὶ ἐν τῷ ὅλῳ κόσμῳ διάφοροί εἰσιν φύσεις | |
5 | φθογγὴν διάφορον ἀφιεῖσαι· φθέγγεται γὰρ ἕκαστος κατὰ τὴν οἰκείαν φύσιν. μιμούμενος οὖν τὰ θεῖα δημιουργήματα, τὸν κόσμον λέγω, καὶ τοῦτο ἐποίησεν. ἢ οὖν διὰ τοῦτο ἢ ἐπειδὴ ὁ κόσμος διάλογός ἐστιν. ὥσπερ γὰρ ἐν τῷ κόσμῳ εἰσὶ φύσεις τινὲς μὲν ὑπέρτεραι, τινὲς δὲ κατα‐ δεέστεραι, καὶ ἐμμένουσα ἡ ψυχὴ ποτὲ μὲν τοῖς ὑπερτέροις συντίθεται, | |
10 | ποτὲ δὲ τοῖς ὑποδεεστέροις, οὕτως καὶ ἐν τῷ διαλόγῳ εἰσὶν πρόσωπα τινὰ μὲν ἐλέγχοντα, τινὰ δὲ ἐλεγχόμενα, καὶ ἡ ψυχὴ ἡμῶν οἷον δικαστής τις οὖσα ποτὲ μὲν τοῖς ἐλέγχουσι ἐκδίδωσιν ἑαυτήν, ποτὲ δὲ τοῖς ἐλεγχομένοις. ἢ ἐπειδή, ὡς αὐτὸς λέγει ὁ Πλάτων, ὁ λόγος ζῴῳ ἀνα‐ λογεῖ, οὐκοῦν καὶ τῷ καλλίστῳ τῶν ζῴων ὁ κάλλιστος λόγος ἀναλο‐ | |
15 | γήσει· κάλλιστον δὲ ζῷόν ἐστιν ὁ κόσμος· τούτῳ δὲ ἀναλογεῖ ὁ διά‐ λογος, ὡς ἀνωτέρω εἰρήκαμεν· ὁ διάλογος ἄρα κάλλιστός ἐστιν λόγος. τέταρτος λόγος ἐστὶν τοιοῦτος· ἐπειδὴ ἡ ἡμετέρα ψυχὴ τῇ μιμήσει χαί‐ ρει, μίμησις δ’ ὁ διάλογος διαφόρων προσώπων, ἵνα οὖν οἷον θέλξῃ τὴν ἡμετέραν ψυχὴν τοῦτο πεποίηκεν. ὅτι δὲ χαίρει τῇ μιμήσει ἡ ψυχὴ ἡμῶν, | |
20 | δηλοῖ τὸ παῖδας ἡμᾶς ὄντας φιλομύθους εἶναι. ἕτερος δ’ ἐστὶν ἐπὶ τούτῳ λόγος τοιοῦτος, ὅτι διὰ τοῦτο τοιοῦτον εἶδος συγγραφῆς ἐπετήδευσεν, ἵνα μὴ ψιλὰ τὰ πράγματα καὶ γυμνὰ προσώπων παραδῷ ἡμῖν· οἷον περὶ φιλίας διαλεγόμενος, ἵνα μὴ αὐτῆς ψιλῆς μνημονεύσῃ ἀλλὰ τῆς ἐν τῷδε γενομένης, καὶ περὶ φιλοτιμίας οὐκ αὐτῆς καθ’ ἑαυτὴν ἀλλὰ τῆς | |
25 | ἐν τῷδε. οὕτως γὰρ μᾶλλον ἡ ἡμετέρα ψυχὴ ὁρῶσα ἄλλους οἷον ἐλεγχο‐ μένους ἢ ἐπαινουμένους ἀναγκάζεται συγκατατίθεσθαι τοῖς ἐλέγχοις ἢ ζηλοῦν τοὺς ἐπαινουμένους· καὶ ἔοικεν τοῦτο ταῖς ὁρώσαις ψυχαῖς ἐν ᾅδου ἄλλας ἁμαρτήμασι τιμωρουμένας καὶ σωφρονούσαις τῷ φόβῳ τῶν τιμωριῶν τῶν ἐν ἐκείναις γινομένων. ἕκτον διὰ τὸ διαλεκτικὴν μι‐ | |
30 | μήσασθαι τὸ διαλογικὸν εἶδος ἐπετήδευσεν. ὥσπερ γὰρ ἐκεῖνο ἐξ ἐρω‐ τήσεως καὶ ἀποκρίσεως προέρχεται, οὕτως καὶ ὁ διάλογος ἐκ προσώ‐ πων ἐρωτωμένων καὶ ἀποκρινομένων· ἵνα οὖν δίκην τῆς διαλεκτικῆς ἀναγκαζούσης τὴν ψυχὴν τὰς ὠδῖνας ἃς ἐν αὐτῇ ἔχει τῶν πραγμάτων ἐκφᾶναι—οὐ γὰρ ἀγράφῳ γραμματείῳ ἔοικεν ἡ ψυχὴ κατ’ αὐτόν— | |
35 | συγκατατίθεσθαι τοῖς λεγομένοις, τούτου χάριν τοιούτῳ τρόπῳ συγ‐ γραφῆς ἐχρήσατο. ἕβδομον ἵνα οἷον πρόσσχωμεν τοῖς λεγομένοις τῷ διαφόρους εἶναι τοὺς λέγοντας καὶ μὴ ἑνὸς ὄντος ἀεὶ τοῦ διδάσκοντος | |
οἷον ἀπονυστάξωμεν καὶ πάθωμεν ὅπερ Αἰσχίνης ⟦ἐπεπόνθη⟧ ὁ ῥήτωρ παριὼν διὰ τὸ εἷς εἶναι καὶ ὁ αὐτὸς ὁ λέγων ἀπ’ ἀρχῆς ἄχρι τέλους | 29 | |
40 | πέπονθεν. οὗτος γὰρ ἐν βήματι ὢν καὶ λέγων διὰ τὸ μὴ προσδιαλέγεσθαι καὶ ἐρωτᾶν καὶ ἐρωτᾶσθαι οὐ διήγειρεν τοὺς ἀκροατάς, ἀλλ’ εἰς ὕπνον κατηνέχθησαν οἱ δικάζοντες· ὅπερ ἑωρακὼς ὁ ῥήτωρ φησὶν πρὸς αὐτοὺς ‘γένοιτο ὑμᾶς ὄναρ χρηστὸν ἑωρακέναι περὶ τῆς δίκησ‘. οἱ οὖν προσδια‐ λεγόμενοι διὰ τὸ ἐρωτᾶν καὶ ἐρωτᾶσθαι διεγείρονται· ἀμέλει γοῦν καὶ | |
45 | ὁ Ἀλκιβιάδης οὕτως διηγείρετο πρὸς τοὺς λόγους Σωκράτους ὡς εἰπεῖν περὶ αὑτοῦ ὅτι ‘ὦ Σώκρατες, οὕτως μου ἀναπηδᾷ ἡ καρδία ἐκ τοῦ λόγου τοῦ σοῦ καθάπερ οἱ κορυβαντιῶντες, καὶ δακρύω‘. τοιούτου γὰρ εἰ δράξωνται εὐφυοῦς ἀνδρός, ἔχονται αὐτοῦ δίκην ἀγρίας ἐχίδνης δυσα‐ πολύτως. διὰ ταῦτα οὖν πάντα τὸ διαλογικὸν εἶδος τῆς ἑρμηνείας | |
15(50) | ἐπετήδευσεν. | |
16 | Πέμπτον ἐπὶ τοῖς εἰρημένοις κεφάλαιον ζητήσωμεν πόσα ἐστὶν τὰ συνιστῶντα ἕκαστον τῶν Πλάτωνος διαλόγων. ἐπεὶ τοίνυν μεμαθήκαμεν ὡς ὁ διάλογος κόσμος ἐστὶν καὶ ὁ κόσμος διάλογος, ὅσα εἰσὶν τὰ συνιστῶντα τὸν κόσμον, τοσαῦτα καὶ τοὺς διαλόγους εὑρήσομεν. εἰσὶν | |
5 | τοίνυν ἐν τῷ ὅλῳ κόσμῳ ὕλη, εἶδος, φύσις ἡ τὸ εἶδος ἐνθεῖσα τῇ ὕλῃ, ψυχή, νοῦς, καὶ θεότης. Ἐν δὲ τῷ διαλόγῳ ἀναλογεῖ μὲν τῇ ὕλῃ τὰ πρόσωπα καὶ ὁ χρόνος καὶ ὁ τόπος ἐν ᾧ τοὺς διαλόγους ἔγραψεν ὁ Πλάτων. ἀλλὰ τῶν μὲν προσώπων ἐν παντὶ διαλόγῳ ἐστὶν εὐπορῆσαι, χρόνον δὲ καὶ τόπον οὐκ | |
10 | ἐν παντὶ δυνάμεθα λέγειν, καθάπερ ἐν Μίνωϊ καὶ Κλειτοφῶντι· καὶ τοῦτο εἰκότως. ἡ γὰρ κυρίως ὕλη τὰ πρόσωπά ἐστιν, οὐχ ὁ χρόνος καὶ ὁ τόπος. ὥσπερ οὖν ἐν τοῖς γινομένοις ἀνάγκη ἐστὶν ὕλην εἶναι καὶ ταύτης ἀπούσης ὡς ἑνὸς τῶν αἰτίων οὔσης οὐ γίνεται τὸ γινόμενον, χρόνος δὲ καὶ τόπος τὸν ὧν οὐκ ἄνευ λόγον ἐπέχει, οὕτως προσώπων | |
15 | ἀπόντων οὐκ ἔστιν ὅλως διάλογος, ἐπειδὴ ἐν τῷ ὁρισμῷ τοῦ διαλόγου ἐλέγομεν ὅτι ἐκ πολλῶν προσώπων ἐρωτώντων τε καὶ ἐρωτωμένων σύγκειται ὁ διάλογος. διὰ ταύτην οὖν τὴν αἰτίαν προσώπων μὲν εὐπο‐ ροῦμεν, χρόνου δὲ καὶ τόπου οὐκ ἀεί. ταῦτα δὲ τὰ πρόσωπα ἢ ἐπιστη‐ μονικά ἐστιν ἢ ὀρθοδοξαστικὰ ἢ ἀμαθῆ· καὶ ἀμαθῆ 〈ἢ〉 τὴν ἁπλῆν | |
20 | ἄγνοιαν ἀγνοοῦντα ἢ τὴν διπλῆν ἢ τὴν μεγίστην ἢ τὴν σοφιστικήν. ἁπλῆ μὲν οὖν ἐστὶν ἀμαθία ὅταν τις ἀγνοῇ τόδε τι ⟦εἶναι⟧ καὶ οἶδεν ὅτι ἀγνοεῖ· διπλῆ ἐστὶν ὅταν καὶ ἀγνοῇ τόδε τι καὶ μὴ γινώσκῃ ὅτι ἀγνοεῖ, | |
ὡς φησὶν ἐν Φαίδρῳ ‘οὐ δύναμαι κατὰ τὸ Δελφικὸν γράμμα γνῶναι ἐμαυτόν‘· μεγίστη δ’ ἄγνοιά ἐστιν ὅταν καὶ ἀγνοῇ καὶ οἶδεν ὅτι ἀγνοεῖ, | 31 | |
25 | κρατούμενος δ’ ὑπὸ τοῦ πάθους τοῦ ἐναντίου δόγματος οὐκ ἀφίσταται τῆς οἰκείας ἀγνοίας· σοφιστικὴ δ’ ἐστὶν ἄγνοια ὅταν ἀγνοῇ μέν τις, σπεύδῃ δὲ διὰ πιθανολογίας ἐπικαλύψαι τὴν οἰκείαν ἄγνοιαν. ταῦτα δὲ τὰ πρόσωπα οὔτε πάντη κέκτηνται τὸ ἱστορικόν (οὐ γὰρ ἂν καὶ τὰ μικρότατα εἶχεν ἱστορῆσαι ὁ Πλάτων, οἷον ὅτι συνέκαμψεν τὸ σκέλος | |
30 | ὁ Σωκράτης), ἀλλ’ οὔτε πάντα πλασματώδη εἰσὶν τὰ περὶ τὰ πρόσωπα (οὐ γὰρ ἂν ἐκέκτηντο τὸ ἀληθές), ἀλλὰ τὰ εἰς ἑνὸς πράγματος ἀπό‐ δειξιν συντείνοντα λέγει ⟦δ’⟧ ὁ Πλάτων δίκην τῶν γραφέων τῶν ἐκλεγο‐ μένων τὰ ἐπιτήδεια χρώματα πρὸς ἑνὸς εἴδους γραφήν. τοσαῦτα μὲν περὶ τῶν προσώπων. | |
35 | Ἐν χρόνῳ δὲ τοὺς διαλόγους ἐξέδωκεν οὐ τῷ τυχόντι, ἀλλ’ ἐν ᾧ πανηγύρεις ἦσαν καὶ ἑορταὶ τῶν θεῶν, ἵνα τότε καθάπερ ὕμνοι ἀνυμ‐ νῶνται καὶ κηρύττωνται τὰ συγγράμματα αὐτοῦ, ἐν γὰρ ταῖς ἑορταῖς εἰώθαμεν τοὺς ὕμνους λέγειν. ἀμέλει γοῦν Τίμαιον μὲν ἐν τοῖς Βενδι‐ δίοις (ἑορτὴ δ’ αὕτη τίς ἐστιν τῆς Ἀρτέμιδος ἐν τῷ Πειραιεῖ), Παρμενί‐ | |
40 | δην δ’ ἐν τοῖς Παναθηναίοις ἐξέδωκεν, καὶ ἄλλον ἐν ἄλλῃ ἑορτῇ. τοσαῦ‐ τα καὶ περὶ τοῦ χρόνου. Τόπον δὲ ἄλλοτε ἄλλον εἰσάγει τοῖς ἰδίοις διαλόγοις. ζῶντος μὲν γὰρ Σωκράτους ἐν ταῖς Ἀθήναις ἐποιεῖτο τὰς σκηνὰς τῶν διαλόγων, θανόν‐ τος δ’ αὐτοῦ οὐκέτι ἐν Ἀθήναις διὰ τὸ ἀναξίους ἡγεῖσθαι Ἀθηναίους | |
45 | τῶν οἰκείων λόγων. ἀμέλει γοῦν τὸ μὲν Συμπόσιον ἐν τῇ Ἀγάθωνος οἰκίᾳ ἐποιήσατο, τὴν Πολιτείαν δ’ ἐν τῷ Πειραιεῖ, τὸν δὲ Φαῖδρον ἐν τῷ Νυμφῶν ἱερῷ, τὸν δὲ Τίμαιον οὐκ ἔν τινι μερικῷ τόπῳ, ἀλλ’ ἐν πόλει, καὶ ἄλλον ἐν ἄλλῳ τόπῳ. τοσαῦτα καὶ διὰ τὸν τόπον. | |
17 | Ταῦτα μὲν οὖν ἀναλογοῦσιν ὕλῃ, τῷ δ’ εἴδει ἀναλογεῖ ὁ χαρακτήρ. οὗτος δ’ ἢ ἁδρὸς ἢ ἰσχνὸς ἢ μικτός· καὶ εἰ μικτός, ἢ κατὰ κρᾶσιν ἢ κατὰ παράθεσιν. κέχρηται δὲ τῷ μὲν ἁδρῷ ἐν τοῖς θεολογικοῖς δια‐ λόγοις, τῷ 〈δὲ〉 ἰσχνῷ ἐν τοῖς ἄλλοις διαλόγοις, μιμούμενος ἐν τῇ | |
5 | φράσει τὰ πράγματα. πρὶν ἢ δὲ μάθωμεν ἐν τίνι κέχρηται τῷ μικτῷ κατὰ κρᾶσιν, εἴπωμεν πρῶτον τίς ἐστιν καὶ ποῖος ὁ μικτὸς κατὰ κρᾶσιν. λέγομεν τοίνυν ὅτι ὁ ὑφειμένως ἁδρὸς ἢ ὁ ἰσχνὸς ὁ ἔχων ὀλίγην ἁδρό‐ τητα, οὗτος κατὰ κρᾶσίν ἐστιν· κατὰ παράθεσιν δέ, ὅταν μέρος μὲν τοῦ διαλόγου ἰσχνῶς πέφρασται, μέρος δ’ ἁδρῶς, καθάπερ ἐν τῷ Γοργίᾳ | |
10 | ποιεῖ. τὰ μὲν γὰρ προηγούμενα τοῦ μύθου ἰσχνῶς πέφρασται, τὰ δ’ ἐν | |
τῷ μύθῳ ἁδρῶς διὰ τὴν αἰτίαν τὴν εἰρημένην προσεχῶς, ὅτι τὰ θεολο‐ γικὰ ἁδρῶς, τὰ δὲ λογικὰ ἰσχνῶς φράζει. τῷ δὲ κατὰ κρᾶσιν μικτῷ κέχρηται ἐν τοῖς ἠθικοῖς διαλόγοις, ἐπειδὴ περὶ ἀρετῆς διαλέγεται ἐν αὐτοῖς, αἱ ἀρεταὶ δὲ μεσότητές εἰσιν· κυρίως δὲ μέσος ἐστὶν ὁ κατὰ | 33 | |
15 | κρᾶσιν μικτὸς χαρακτήρ. Ὁ δὲ τρόπος τῆς συνουσίας ἀναλογεῖ τῇ φύσει. οὗτος δὲ ἢ ὑφηγηματι‐ κός ἐστιν ἢ ζητηματικὸς ἢ μικτός· καὶ ἔστι μὲν ὑφηγηματικὸς τρόπος ὅταν τὰ ἑαυτῷ δοκοῦντα δίχα πάσης ζητήσεως καὶ ἀποδείξεως προ‐ βάλληται, ζητηματικὸς δὲ ὅταν ζητῇ, μικτὸς δὲ ὁ ἐξ ἀμφοῖν συγκρινό‐ | |
20 | μενος. δίχα δὲ διαιρεῖται ἑκάτερος τῶν ἄκρων· τοῦ γὰρ ὑφηγηματικοῦ ὁ μέν ἐστιν θεωρητικός, ὁ δὲ πολιτικός, καὶ τοῦ ζητηματικοῦ ὁ μέν ἐστιν ἀγωνιστικός, ὁ δὲ γυμναστικός. κέχρηται δὲ τῷ μὲν ὑφηγηματικῷ θεωρητικῷ ἐν τοῖς θεολογικοῖς, τῷ δὲ ὑφηγηματικῷ πολιτικῷ ἐν ταῖς Πολιτείαις. | |
25 | Τῇ δὲ ψυχῇ ἀναλογοῦσιν αἱ ἀποδείξεις, τὰς γὰρ ἀποδείξεις αὕτη προβάλλεται· τῷ δὲ νῷ τὸ πρόβλημα, περὶ ὃ αἱ ἀποδείξεις δίκην περι‐ φερείας προβάλλονται. καὶ εἰκότως τῷ νῷ τὸ πρόβλημα ἔοικεν· ὥσπερ γὰρ ἀμερής ἐστιν ὁ νοῦς καὶ δίκην κέντρου νοεῖται, περὶ δὲ τὸν νοῦν εἰσὶν τὰ διανοητικὰ δίκην περιφερείας περὶ τὸ κέντρον ἀνελιττομένης, | |
30 | οὕτως καὶ τὸ πρόβλημά ἐστιν, περὶ δὲ τοῦτο δίκην περιφερείας αἱ ἀπο‐ δείξεις ἀνελίττονται θηρᾶσαι βουλόμεναι τὸ προβληθέν. τῷ δ〈ὲ θεῷ τὸ〉 ἀγαθόν. Καὶ οὕτως μὲν εἴρηται· ἔστι δὲ καὶ ἄλλως δεῖξαι πῶς τοῖς ἐν τῷ κόσμῳ ἀναλογοῦσι τὰ συμπληροῦντα τὸν διάλογον. ἓξ γὰρ ὄντων | |
35 | αἰτίων ἐπὶ ἑκάστου τῶν γινομένων πράγματος, ὑλικοῦ εἰδικοῦ ποιητικοῦ τελικοῦ παραδειγματικοῦ ὀργανικοῦ, τῷ μὲν ὑλικῷ ἀναλογοῦσι τὰ πρόσωπα καὶ ὁ χρόνος καὶ ὁ τόπος, τῷ δὲ εἰδικῷ ὁ χαρακτήρ, τῷ δὲ ποιητικῷ ἡ ψυχή, τῷ δὲ ὀργανικῷ αἱ ἀποδείξεις, τῷ δὲ παραδειγματικῷ τὰ προβλήματα, τῷ δὲ τελικῷ τὸ ἀγαθόν. | |
18 | Ἕκτον κεφάλαιον δεῖ ζητῆσαι πόθεν τὰς ἐπιγραφὰς τῶν διαλόγων ποιεῖται ὁ Πλάτων. φαμὲν τοίνυν ὅτι ἀπὸ προσώπων ἢ ἀπὸ πραγμάτων. καὶ ἀπὸ προσώπων ἢ τελειούντων ἢ τελειουμένων ἢ χρείαν τινὰ ἀπο‐ πληρούντων· τελειούντων μὲν ὡς ἐπὶ τοῦ Παρμενίδου καὶ Τιμαίου | |
5 | ἐποίησεν, τελειουμένων δὲ ὡς ἐπὶ τοῦ Ἀλκιβιάδου καὶ Φαίδρου καὶ τῶν τοιούτων, χρείαν δέ τινα ἀποπληρούντων ὡς ἐπὶ τοῦ Κρίτωνος. εἰ δὲ | |
ἀπὸ πραγμάτων ποιοῖτο τὰς ἐπιγραφάς, ἢ ἀπὸ γινομένων ποιεῖται, ὡς ἐπὶ τῆς Ἀπολογίας, αὕτη γὰρ τῶν γινομένων ἐστίν, ἢ ἀπὸ ζητουμένων, ὡς ἐπὶ τοῦ Σοφιστοῦ, ἢ ἀπὸ τοῦ ... | 35 | |
19 | Ἕβδομον ἐπὶ τοῖς εἰρημένοις προκείσθω ἡμῖν εἰς ζήτησιν κεφάλαιον τὸ μαθεῖν πόθεν δεῖ τὰς διαιρέσεις τῶν τμημάτων ἑκάστου διαλόγου εὑρεῖν. τριῶν τοίνυν ὄντων 〈ἐν〉 ἑκάστῳ διαλόγῳ, ἱστορίας καὶ προσώ‐ πων, διαλεκτικῆς καὶ συλλογισμῶν, καὶ δογμάτων, οὐκ ἀπὸ τῆς ἱστο‐ | |
5 | ρίας καὶ τῶν προσώπων δεῖ ποιεῖσθαι τὰς διαιρέσεις, καθάπερ τινὲς ποιοῦσι, τὸν Γοργίαν διαιροῦντες εἰς τοὺς πρὸς Γοργίαν καὶ Πῶλον καὶ Καλλικλέα λόγους· οὐκ ἐκ τούτων δεῖ ποιεῖσθαι, πολλάκις γὰρ περὶ πράγματα κατασκευάζων μέρος τῆς κατασκευῆς εἴωθεν νέμειν τῇ δευτέρᾳ ἱστορίᾳ καὶ τῷ δευτέρῳ προσώπῳ. ἀλλ’ οὐδὲ ἐκ τῆς διαλεκτι‐ | |
10 | κῆς καὶ τῶν συλλογισμῶν ποιεῖσθαι δεῖ τὰς διαιρέσεις, καθάπερ τινὲς ποιοῦσι, τὸν Ἀλκιβιάδην διαιροῦντες εἰς τοὺς δέκα συλλογισμοὺς τοὺς ἐν αὐτῷ παραδιδομένους· οὐδ’ ἐκ τούτων οὖν δεῖ ποιεῖσθαι διὰ τὴν αὐτὴν αἰτίαν, πολλάκις γὰρ περὶ τοῦ αὐτοῦ πράγματος διαφόρους λέγει συλλογισμούς, ὡς μὴ περαίνεσθαι εἰς ἕνα συλλογισμὸν τὰ τῆς δείξεως· | |
15 | ἀλλ’ ἐκ τῶν δογμάτων δεῖ τὰς διαιρέσεις ποιεῖσθαι. | |
20 | Ὄγδοον ἐπὶ τοῖς εἰρημένοις κεφάλαιον δεῖ ζητῆσαι ποῖος ὑπάρχει ὁ τρόπος συνουσίας τῶν ἐν τῷ διαλόγῳ προσώπων. ἰστέον τοίνυν ὅτι τὴν συνουσίαν ποιεῖται ἢ διὰ τῶν προσώπων αὐτῶν, ὡς ὅταν εἰσαγάγῃ αὐτὸν τὸν Σωκράτη 〈ἢ〉 ἄλλον τινὰ διαλεγόμενον δι’ ἑαυτοῦ, ἢ δι’ | |
5 | ἑτέρων τινῶν ἀκουσάντων ἐκ προσώπων, ὡς ὅταν εἰσαγάγῃ τινὰ περὶ πράγματα διαλεγόμενον ἃ ἤκουσε Σωκράτους, ἢ δι’ ἄλλων ἐκ τούτων τῶν ἀκουσάντων ἀπὸ Σωκράτους μαθόντων, ἢ δι’ ἄλλων ἐκ τῶν δευ‐ τέρων ἀκουσάντων· ὡς μέχρι τούτων τὴν πρόοδον τῶν ἀκουσάντων γί‐ νεσθαι, μηκέτι δὲ περαιτέρω προβῆναι. κἀν τούτῳ δὲ πάλιν τὴν τῶν | |
10 | ὄντων τάξιν μιμούμενος φαίνεται· οὐ πρόεισι γὰρ περαιτέρω τῶν τρί‐ των, ἐπειδὴ τὰ ὄντα πάντα ἢ νοητά εἰσιν ἢ διανοητά, ἅτινα εἰκόνες εἰσὶν τῶν νοητῶν, ἢ αἰσθητά, ἃ καὶ αὐτὰ εἰκόνες εἰσὶν τῶν διανοητῶν, ἢ εἰκόνες τῶν αἰσθητῶν, οἷαί εἰσιν αἱ ὑπὸ τῶν γραφέων γινόμεναι, καὶ περαιτέρω τούτων οὐδέν ἐστιν, ὡς τέσσαρά τινα κἀνταῦθα εἶναι. καὶ | |
15 | ἀναλογεῖ μὲν τὰ πρόσωπα τοῖς νοητοῖς· τοῖς δὲ διανοητοῖς τὰ ἐκ τούτων | |
ἀκούσαντα, οἷον γὰρ εἰκόνες εἰσὶν τῶν προσώπων αὐτῶν αὐτά, καθάπερ καὶ τὰ διανοητὰ τῶν νοητῶν· τοῖς δ’ αἰσθητοῖς ἀναλογοῦσιν οἱ δεύτεροι ἀκούσαντες. | 37 | |
21 | Ἔννατον ἐπὶ τοῖς εἰρημένοις δεῖ ζητῆσαι κεφάλαιον, ἐκ πόσων κανό‐ νων δεῖ θηρᾶν τὸν ἑκάστου διαλόγου σκοπόν. χρεία γάρ ἐστιν τοῦτον ζητεῖν, ἐπειδὴ ὡς αὐτὸς λέγει ἐν Φαίδρῳ ‘ὦ παῖ, μία τίς ἐστιν ὁδὸς τοῖς μέλλουσι καλῶς βουλεύεσθαι, εἰδέναι περὶ οὗ ἂν ᾖ ἡ βουλή· ἐπειδὴ τοῦ | |
5 | παντὸς ἁμαρτάνειν ἀνάγκη‘. πῶς οὖν αὐτοῦ τοῦτο λέγοντος παραιτησό‐ μεθα ἐπὶ τῶν αὐτοῦ συγγραμμάτων τὸ εἰδέναι περὶ τίνος ἐν ἑκάστῳ διαλέγεται; ἔτι δ’ ἂν μᾶλλον τὸ χρήσιμον τῆς τοιαύτης ζητήσεως μά‐ θοιμεν, εἰ τῇ διπλῇ τῶν ἐπιγραφῶν τῶν πλείστων διαλόγων προσέχοι‐ μεν. ἕκαστος γὰρ σχεδὸν διπλῆν ἔχει τὴν ἐπιγραφήν, οἷον ‘Φαίδων ἢ | |
10 | περὶ ψυχῆσ‘ καὶ ‘Φαῖδρος ἢ περὶ κάλλουσ‘ καὶ οἱ ἄλλοι οὕτως· ἄδηλον οὖν ἐστὶν περὶ ποίου ἄρα τῶν ἐγκειμένων τῇ ἐπιγραφῇ διαλέγεται· οὐκ ἄρα ἀχρείως ζητοῦμεν τοῦτο τὸ κεφάλαιον. ἐκ δέκα τοίνυν κεφαλαίων τοῦτον θηρᾶσαι δυνατόν· ἐκ τοῦ ἑνὸς καὶ τοῦ πλήθους, ἐκ τοῦ καθόλου καὶ μερικοῦ, ἐκ τοῦ ὅλου καὶ μέρους, ἐκ τοῦ ὁλοσχεροῦς καὶ βεβαίου, | |
15 | ἐκ τοῦ κρείττονος καὶ χείρονος, ἐκ τοῦ συμφώνου καὶ ἀσυμφώνου, ἐκ τοῦ μὴ κατά τινος εἰρῆσθαι, ἐκ τοῦ μὴ ἐμπαθῆ εἶναι, ἐκ τῶν ὀργάνων, ἐκ τῆς ὕλης. Ἐκ μὲν τοῦ ἑνὸς καὶ τοῦ πλήθους, ἵνα ἕνα σκοπὸν λέγωμεν ἔχειν τὸν διάλογον καὶ μὴ πολλούς. πῶς γὰρ πολλοὺς ἔμελλεν σκοποὺς ἔχειν ὁ | |
20 | διάλογος Πλάτωνος τοῦ οὕτως ἀνυμνοῦντος τὸ θεῖον ὅτι ἕν ἐστιν; καὶ ἄλλως, εἰ αὐτός ἐστιν ὁ λέγων ὅτι ὁ διάλογος ζῴῳ ἔοικεν, ἐπειδὴ καὶ ὁ λόγος· πᾶς γὰρ λόγος ἄριστα γεγραμμένος ζῴῳ ἀναλογεῖ· εἰ οὖν ὁ διάλογος ζῴῳ ἀναλογεῖ, τὸ δὲ ζῷον ἓν τέλος ἔχει τὸ ἀγαθόν (τούτου 〈γὰρ〉 χάριν καὶ γέγονεν), καὶ ὁ διάλογος ἄρα ἓν ὀφείλει ἔχειν τέλος, | |
25 | τοῦτ’ ἔστιν ἕνα σκοπόν. ὅθεν οὐκ ἀποδεκτέον τοὺς λέγοντας τρεῖς εἶναι τοὺς σκοποὺς τοῦ Φαίδωνος, περὶ ἀθανασίας ψυχῆς καὶ περὶ εὐθανασίας καὶ περὶ φιλοσόφου βίου· κακῶς οὖν, ὡς εἴρηται, λέγουσιν οὗτοι, οὔτε γὰρ πολλοὺς δεῖ εἶναι τοὺς σκοπούς, ἀλλ’ ἕνα. Ἐκ τοῦ καθόλου καὶ μερικοῦ, ἵνα τὸν καθολικώτερον καὶ περιεκτικώ‐ | |
30 | τερον σκοπὸν αἱρώμεθα μᾶλλον τοῦ μερικωτέρου. ὅθεν οὐκ ἀποδεκτέον τοὺς λέγοντας τὸν Σοφιστὴν περὶ τοῦ σοφιστοῦ ἔχειν τὸν σκοπόν, ἀλλὰ | |
τοὺς λέγοντας περὶ τοῦ μὴ ὄντος ἀποδεκτέον. ὁ γὰρ σοφιστὴς τὶ μὴ ὄν ἐστιν, καθολικώτερον δὲ τὸ μὴ ὂν ἁπλῶς τοῦ τὶ μὴ ὄντος· εἰ δὲ καθολικώτερον, καὶ περιεκτικώτερον, ὥστε ὁ καθολικώτερος σκοπὸς | 39 | |
35 | τὸν μερικὸν περιέχει. ἐκ δὴ τούτου φανερόν (οἷον γὰρ πόρισμα ἡμῖν ἀνακύπτει) ὡς οὐ δεῖ διττὰς εἶναι τὰς ἐπιγραφὰς ἐν τοῖς λόγοις. ἢ γὰρ ἕτεραί εἰσιν ἀλλήλων ἢ μία καὶ ἡ αὐτὴ ⟦καὶ⟧ ἢ ἡ μὲν καθολικωτέρα, ἡ δὲ μερικωτέρα. εἰ οὖν ἕτεραί εἰσιν, οὐκ ἀποδεξόμεθα, ἵνα μὴ πολλοὺς σκοποὺς αἱρησώμεθα καὶ διὰ τοῦτο ἐμπέσωμεν εἰς τὰ ἄτοπα τοῦ πρώ‐ | |
40 | του κανόνος· εἰ δὲ μία καὶ ἡ αὐτή εἰσιν, μάτην εἴληπται ἡ ἑτέρα ὡς ἀδολεσχία· εἰ ἡ ἑτέρα καθολικωτέρα, αἱρετέα ἡ καθολική. | |
22 | Ἐκ δὲ τοῦ ὅλου καὶ μέρους, ἵνα μὴ ἐκ τῶν ἔν τινι βραχεῖ μέρει τοῦ διαλόγου εἰρημένων ποιησώμεθα τὸν σκοπόν, ἀλλ’ ἐκ τῶν ἐν ὅλῳ δι‐ δασκομένων. οὕτως οὖν διαβάλλομεν τοὺς λέγοντας τὸν Φαῖδρον περὶ ῥητορικῆς σκοπὸν ἔχειν· ἐπ’ ὀλίγον γὰρ περὶ αὐτῆς ἐκεῖσε διαλέγεται, | |
5 | ἐν ὅλῳ γὰρ τῷ διαλόγῳ περὶ τοῦ διὰ παντὸς κάλλους 〈δια〉λαμβάνει· δεῖ οὖν περὶ ἐκείνου λέγειν εἶναι τὸν σκοπόν. καὶ τοὺς λέγοντας αὖ ἐν τῷ Γοργίᾳ σκοπὸν ἔχειν τὸν Πλάτωνα διαλεχθῆναι περὶ τοῦ εἰ ἄμεινον ἀδικεῖν ἢ ἀδικεῖσθαι διαβάλλομεν· ἐν γὰρ μικρῷ μέρει περὶ τούτου διδάσκει, ἐν δὲ τῷ ὅλῳ διαλόγῳ περὶ τῶν ἠθικῶν ἀρχῶν τῆς εὐδαι‐ | |
10 | μονίας. ὥσπερ γὰρ κακῶς ποιοῦσιν οἱ διά τι μέρος τῶν ἐν τῷ ἀνθρώπῳ ὄντων λέγοντες γεγονέναι τὸν ἄνθρωπον, οἷον διὰ τὸ ὁρᾶν ἢ ἀκούειν ἢ δι’ ἄλλο τι τοιοῦτον· οὐ γὰρ διὰ τοῦτο γέγονεν, ἀλλὰ διὰ τὸ μεσότης εἶναι τῶν θείων καὶ τῶν γενητῶν, οὔτε γὰρ ἀθάνατός ἐστιν ὡς τὰ θεῖα οὔτε θνητὸς ὡς τὰ ἄλογα, ἀλλὰ κοινωνεῖ κατά τι ἑκατέροις· οὕτως | |
15 | οὖν καὶ τοὺς ἀπὸ μέρους ποιουμένους τὸν σκοπὸν διαβάλλομεν. καὶ ἄλλως· εἰ γὰρ πανταχοῦ τὴν φύσιν μιμεῖται Πλάτων, πῶς οὐχὶ καὶ ἐν τούτῳ μιμήσεται τὴν φύσιν; εἰ γὰρ τῇ ὕλῃ ἀναλογεῖ τὸ μέρος, τὸ δὲ ὅλον τῷ εἴδει, τὸ δ’ εἶδος ποιεῖ ἡ φύσις καὶ οὗτος αὐτῆς ἐστὶν σκοπός, ἐνθεῖναι τὸ εἶδος, πῶς οὐκ ὤφειλε καὶ αὐτὸς τὸ οἷον εἶδος (ἀντὶ τοῦ | |
20 | ‘τὸ ὅλον‘) ποιήσασθαι τὸν σκοπόν, καὶ μὴ ἐκ τοῦ μέρους; Ἐκ δὲ τοῦ ὁλοσχεροῦς καὶ βεβαίου, ἵνα τὸν βέβαιον σκοπὸν αἱρώ‐ μεθα μᾶλλον τοῦ ὁλοσχεροῦς καὶ πόρρω. πάλιν γοῦν κἀνταῦθα οὐκ ἀποδεξόμεθα τοὺς λέγοντας τὸν σκοπὸν εἶναι τοῦ Τιμαίου περὶ φυσιο‐ λογίας διδάξαι· οὗτος γὰρ ὁλοσχερής ἐστιν καὶ πόρρω, καὶ γὰρ καὶ ὁ | |
25 | Ἀριστοτέλης περὶ φυσιολογίας διδάσκει καὶ ἄλλοι πολλοί, καὶ ἄδηλον περὶ ποίας φυσιολογίας τὸν λόγον ποιεῖται, εἴγε τούτῳ μόνῳ πρόσσχω‐ μεν τῷ σκοπῷ καὶ τῇ ἐπιγραφῇ τοῦ διαλόγου. δεῖ οὖν βεβαιότερον κινουμένους λέγειν ὅτι περὶ τῆς κατὰ Πλάτωνα φυσιολογίας ἐστὶν ὁ σκοπὸς καὶ τίς ἐστιν ἡ κατὰ Πλάτωνα φυσιολογία, καὶ μὴ ἁπλῶς περὶ | |
30 | φυσιολογίας. | |
Ἐκ δὲ τοῦ κρείττονος καὶ χείρονος, ἵνα τὸν κρείττονα σκοπὸν αἱρησώ‐ μεθα μᾶλλον τοῦ χείρονος. οὕτως οὐκ ἀποδεχόμεθα τοὺς λέγοντας σκοπὸν ἔχειν ἐν Γοργίᾳ τὴν ἐν Πώλῳ καὶ Γοργίᾳ ῥητορικὴν ἐλέγξαι· αἰσχρὸν γὰρ τοῦτο καὶ σοφιστικόν· ἀλλὰ τὴν ἀληθῆ ῥητορικὴν πρόκει‐ | 41 | |
35 | ται διδάξαι, ὃ κρεῖττόν ἐστιν καὶ θαυμάσιον. εἰ δέ τις εἴποι ‘καὶ διὰ τί μέμνηται Πώλου καὶ Γοργίου, εἰσάγων αὐτοὺς προσδιαλεγομένους καὶ ἀνασκευάζων τὰ ὑπ’ ἐκείνων λεγόμενα;‘ ἐροῦμεν ὅτι, ὥσπερ ἡ φύσις σκοπὸν ἔχει τῇ ὕλῃ τὸ εἶδος ἐνθεῖναι ἀλλ’ οὐ τὴν στέρησιν ἀφελεῖν, ἕπεται δὲ τῇ τοῦ εἴδους ἐνθέσει ἡ τῆς στερήσεως ἄρσις, οὕτως καὶ τοῖς | |
40 | λόγοις τοῖς δεικνύουσι τὴν ἀληθῆ ῥητορικὴν ἐπακολουθεῖ τῆς ἐν Πώλῳ καὶ Γοργίᾳ ῥητορικῆς ἡ ἀνασκευή. Ἐκ τοῦ συμφώνου καὶ ἀσυμφώνου, ἵνα μᾶλλον αἱρώμεθα τὸν συμφω‐ νοῦντα τοῖς λεγομένοις σκοπὸν τῶν μὴ συμφωνούντων. τούτῳ δὲ χρώ‐ μενοι τῷ κανόνι ἀνασκευάσομεν τοὺς λέγοντας σκοπὸν ἔχειν τὸν | |
45 | Γοργίαν περὶ τοῦ ἑαυτὸν ὁρῶντος νοῦ· ἀσύμφωνον γὰρ καὶ ἀπᾷδον τοῖς διδασκομένοις ἐκεῖ τοῦτο παντάπασιν. Ἀλλ’ οὐδ’ ἐκ τοῦ κατά τινος δεῖ λέγειν εἶναι τὸν σκοπὸν τοῦ δια‐ λόγου· οὔτε γὰρ τοιοῦτος ὁ θεῖος Πλάτων ὡς διαβάλλειν αἱρεῖσθαι. οὕτως δ’ ἀνασκευάζομεν τοὺς λέγοντας τὸν σκοπὸν εἶναι τοῦ Μενεξένου | |
22(50) | περὶ τοῦ διαβάλλειν καὶ προσαμιλλᾶσθαι πρὸς Θουκυδίδην. ὁ γὰρ ἐπι‐ τάφιος, φασί, διὰ τοῦτο γέγραπται αὐτῷ, ἀντιγράφειν βουλομένῳ τῷ Θουκυδίδου ἐπιταφίῳ· ὅπερ ψεῦδος. | |
23 | Ἐκ δὲ τοῦ μὴ ἐμπαθοῦς, ὅτι οὐ χρὴ εἶναι ἐμπαθῆ τὸν σκοπόν, ἵνα μὴ τοῖς ἀναγινώσκουσι πάθος ἐμποιήσῃ κατασπῶν εἰς τὴν ὕλην, καθά‐ περ τινὲς κακῶς ποιοῦντες τὸν Φίληβον περὶ ἡδονῆς φασὶν ἔχειν τὸν σκοπόν, ἥτις κατασπᾶν δύναται τὴν ψυχήν. πῶς δ’ ὁ καθαρτικοῦ ὢν | |
5 | βίου περὶ ἡδονῆς διελέγετο; οὐ περὶ τούτου οὖν αὐτῷ ὁ σκοπός, ἀλλὰ περὶ τῆς τάξεως τῶν ἓξ ἀγαθῶν. Ἐκ δὲ τῶν ὀργάνων, ἵνα μὴ ἐκ τούτων τὸν σκοπὸν ποιώμεθα· ὁ γὰρ σκοπὸς ἕνεκά του οὐκ ἔστιν, ἀλλ’ οὗ ἕνεκα. οὕτως γοῦν κακῶς ποιοῦσιν οἱ τὸν Σοφιστὴν λέγοντες περὶ τῆς διαιρετικῆς ἔχειν τὸν σκοπόν. καὶ | |
10 | γὰρ ἐκεῖσε μέμνηται αὐτῆς· ἀμέλει φησὶν ἐκεῖ ὡς οὐδὲν καυχήσεται φυγὸν τὴν τῆς διαιρέσεως δύναμιν· ταύτην γὰρ τὴν διαίρεσιν καὶ δόσιν εἶναι τοῖς ἀνθρώποις φησὶν ἐκ θεῶν διὰ Προμηθέως. ἐπειδὴ οὖν αὕτη ὄργανόν ἐστι τῆς ἀποδεικτικῆς, καὶ τῶν εἰς τὸν σκοπὸν συμβαλλομένων ἐστίν· ἕνεκα γὰρ τοῦ θηρᾶσαι τὸν σκοπὸν κεχρήμεθα αὐτῇ, καὶ οὐ δεῖ | |
15 | ἐκ ταύτης ποιεῖσθαι τὸν σκοπόν. Ἐκ τῆς ὕλης οὐ δεῖ ποιεῖσθαι, ὥσπερ τινὲς ποιοῦσιν, τὸν Ἀλκιβιάδην λέγοντες σκοπὸν ἔχειν περὶ τῆς 〈ἐν〉 Ἀλκιβιάδῃ φιλοτιμίας, ἐκ τῆς | |
ὕλης λέγοντες τὸν σκοπὸν κακῶς, οὐ γὰρ δεῖ τοῦτο ποιεῖν. ὕλην δ’ ἐλέγομεν τῶν διαλόγων τὰ πρόσωπα. οὐδὲ γὰρ διὰ τὸ ἐλέγξαι τὴν ἐν | 43 | |
20 | τῇ ψυχῇ Ἀλκιβιάδου φιλοτιμίαν ὁ σκοπὸς αὐτῷ ἐστίν, ἐπεὶ συνεμπεσού‐ μεθα τῷ ἀτόπῳ τοῦ δευτέρου κανόνος, τὸ μερικὸν ἀντὶ τοῦ καθόλου εἰσάγοντες. ἄμεινον οὖν καθόλου λέγειν ὅτι περὶ τῆς ἐν ἑκάστῃ ψυχῇ φιλοτιμίας σκοπὸν ἔχει τοῦ ἐλέγξαι. ἔστιν γὰρ ἑκάστῳ ἡμῶν οἷον Ἀλκιβιάδειος φιλοτιμία, ἣν δεῖ ῥυθμίζειν καὶ κοσμεῖν ἐπὶ τὸ βέλτιον. | |
25 | οὐδὲ γὰρ ἄξιον λέγειν ὅτι ὁ θεῖος Πλάτων εἰς τοιαῦτα κατέφερεν ἑαυ‐ τόν, πρὸς τὸ ἐλέγχειν πάθη ἀνθρώπων· ἐπακολουθεῖ μέντοι πάντως ὁ ἔλεγχος τοῖς λόγοις αὐτοῦ. ἐκ τοσούτων οὖν δεῖ θηρᾶσθαι τὸν ἑκάστου διαλόγου σκοπόν. | |
24 | Δέκατον κεφάλαιον ἔστω τὸ τὴν τάξιν τῶν Πλάτωνος διαλόγων μαθεῖν. τινὲς τοίνυν εἰρήκασι τὴν τάξιν αὐτῶν δεῖν λαμβάνεσθαι ἔκ τε τοῦ χρόνου καὶ ἐκ τῆς τετραλογίας· καὶ ἐκ τοῦ χρόνου διχῶς, ἢ ἐκ τοῦ χρόνου τοῦ Πλάτωνος ἢ ἐκ τοῦ χρόνου τῶν προσώπων τῶν ἐν τοῖς | |
5 | διαλόγοις. Καὶ ἐκ μὲν τοῦ χρόνου τοῦ συγγραφέως πρῶτον λέγουσιν εἶναι τὸν Φαῖδρον, ὡς ἂν ἐκεῖ, φασί, ζητοῦντος αὐτοῦ εἰ δέοι συγγράφειν ἢ οὔ· πῶς δ’ εἶχεν, ἐκεῖ ἀπορῶν εἰ δεῖ συγγράφειν, ἄλλον πρὸ αὐτοῦ γράψαι; καὶ ἄλλως δ’ ὅτι 〈ἐν〉 ἐκείνῳ κέχρηται τῷ διθυραμβώδει χαρακτῆρι | |
10 | ὡς ἂν μήπω ἀποθέμενος τὴν τῶν διθυράμβων μοῦσαν. ἐσχάτους δὲ τοὺς Νόμους φασὶν γεγράφθαι, διότι ἀδιορθώτους αὐτοὺς κατέλιπεν καὶ συγκεχυμένους μὴ εὐπορήσας χρόνου διὰ τὴν τελευτὴν πρὸς τὸ συνθεῖ‐ ναι αὐτούς· εἰ δὲ καὶ νῦν δοκοῦσι συντετάχθαι κατὰ τὸ δέον, οὐκ αὐτοῦ τοῦ Πλάτωνος συνθέντος ἀλλά τινος Φιλίππου Ὀπουντίου, ὃς διάδοχος | |
15 | γέγονε τοῦ Πλατωνικοῦ διδασκαλείου. Ἐκ τοῦ χρόνου τῶν ἐγκειμένων προσώπων οὕτως· πρῶτον λέγουσι τὸν Παρμενίδην, ὅτι λίαν νέον ὑποτίθεται τὸν Σωκράτη, διδασκόμενον ὑπὸ Παρμενίδου· τὸν δὲ Θεαίτητον τελευταῖον, ὅτι μετὰ θάνατον Σωκρά‐ τους ὑπόκειται. | |
20 | Ἐκ δὲ τῶν τετραλογιῶν οὕτως· κατὰ τετραλογίαν φασὶν ἐκδεδόσθαι αὐτῷ τοὺς διαλόγους κατὰ μίμησιν τῶν τε τραγικῶν καὶ τῶν κωμικῶν, οἵτινες διὰ τεσσάρων δραμάτων ἠγωνίζοντο τὸν αὐτὸν ἐχόντων σκοπόν, | |
25 | ἐν δὲ τῷ τελευταίῳ εἰς ἡδονὴν κατήντων. φασὶν οὖν ἐννέα εἶναι τετρα‐ λογίας, ὡς λςʹ εἶναι τοὺς πάντας διαλόγους αὐτοῦ. οὗτοι δὲ διὰ τὸ συστῆναι τὸν τῶν τετραλογιῶν ἀριθμὸν τὸ Ἐπινόμιον, νοθευόμενον, γνήσιον ἀποφαίνουσιν· ὅτι δὲ νόθον ἐστίν, διὰ δύο τινῶν δείκνυσιν ὁ | |
5 | σοφώτατος Πρόκλος, πρῶτον μὲν λέγων ‘πῶς ὁ τοὺς Νόμους μὴ εὐπορή‐ σας διορθώσασθαι διὰ τὸ μὴ ἔχειν χρόνον ζωῆς τὸ Ἐπινόμιον μετὰ τούτους ὂν εἶχεν γράψαι;‘ δεύτερον δ’ ὅτι ἐν μὲν τοῖς ἄλλοις διαλόγοις αὐτοῦ φησὶν τοὺς πλανωμένους ἀστέρας ἀπὸ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερὰ κινεῖσθαι, ἐν αὐτῷ δὲ τὸ ἀνάπαλιν ἀπὸ τῶν ἀριστερῶν ἐπὶ | 45 |
10 | τὰ δεξιά. κατὰ τετραλογίαν δὲ λέγοντες ἐκδεδόσθαι τοὺς διαλόγους πρώτην φασὶν τετραλογίαν εἶναι τὸν Εὐθύφρονα καὶ τὴν Ἀπολογίαν καὶ τὸν Κρίτωνα καὶ τὸν Φαίδωνα. καὶ πρῶτον μὲν λέγουσι τὸν Εὐθύ‐ φρονα ὡς ἐν αὐτῷ ὑποτιθεμένου τοῦ Σωκράτους ὡς κριθησομένου, δευτέραν δὲ τὴν Ἀπολογίαν ὡς ἐν αὐτῇ κρινομένου αὐτοῦ, τρίτον δὲ | |
15 | τὸν Κρίτωνα ὡς κριθέντος ἐν αὐτῷ ἤδη τοῦ Σωκράτους, τέταρτον τὸν Φαίδωνα ὡς ἐν αὐτῷ τελευτῶντος. ἔσχατον δὲ πάντων γεγράφθαι λέ‐ γουσι τὰς Ἐπιστολάς, πρῶτον οἰόμενοι τὸν Εὐθύφρονα, διότι καὶ ἐν τῷ Εὐθύφρονι πολλὰ περὶ Σωκράτους βίου διαλέγεται καὶ ἐν ταῖς Ἐπιστολαῖς πολλὰ περὶ τοῦ οἰκείου βίου διέξεισιν· ἵνα οὖν ἐκ τοῦ αὐτοῦ | |
20 | ἄρξηται καὶ εἰς τὸ αὐτὸ λήξῃ, τοιαύτῃ ἐχρήσατο τάξει. οὐκ ἀποδεξό‐ μεθα δ’ αὐτοὺς λέγοντας αὐτὸν κατὰ μίμησιν τῶν τραγικῶν τὸ τῶν τετραλογιῶν εἶδος ἐπιτηδεῦσαι· αὐτὸς γὰρ διαβάλλων αὐτοὺς λέγει εἴδωλα εἰδώλων γράφειν. καὶ ἄλλως ἐστὶν δεῖξαι ὡς οὐ μιμεῖται αὐτούς· ἐκεῖνοι γὰρ τὸ τελευταῖον εἰς ἡδονὴν καταντῶσιν, οὗτος δ’ ἐν τῷ | |
25 | Φαίδωνι, τελευταίῳ ὄντι τῆς πρώτης τετραλογίας, οὐκ εἰς ἡδονὴν κατήν‐ τησεν, ἀλλ’ εἰς τελευτὴν τοῦ Σωκράτους· οὐκ ἄρα καλῶς λέγουσιν εἰς τετραλογίας ἐκδεδόσθαι τοὺς διαλόγους αὐτοῦ. καὶ ἄλλως ἄλλος ἐστὶν σκοπὸς ἐν τῷ Εὐθύφρονι καὶ ἄλλος ἐν τῇ Ἀπολογίᾳ καὶ ἄλλος ἐν τῷ Κρίτωνι καὶ ἄλλος ἐν τῷ Φαίδωνι. | |
26 | Ἵνα δὲ τὴν ἀληθῆ τάξιν μάθωμεν, εἴπωμεν πρῶτον ποῖοί εἰσιν οἱ νόθοι καὶ τούτων τὴν τάξιν μὴ ζητήσωμεν. πάντες τοίνυν κοινῶς ὁμολο‐ γοῦσι νόθους εἶναι τὸν Σίσυφον καὶ τὸν Δημόδοκον καὶ τὴν Ἀλκυόνα καὶ τὸν Ἐρυξίαν καὶ τοὺς Ὅρους, οὓς εἰς Σπεύσιππον ἀναφέρουσιν· | |
5 | ὡς λςʹ εἶναι πάντας. ὧν τὸ Ἐπινόμιον νοθεύει ὁ θεῖος Πρόκλος διὰ τὰς εἰρημένας αἰτίας· ἐκβάλλει δὲ καὶ τὰς Πολιτείας διὰ τὸ πολλοὺς εἶναι λόγους καὶ μὴ διαλογικῶς γεγράφθαι, καὶ τοὺς Νόμους δὲ διὰ τὸ αὐτό· καὶ τὰς Ἐπιστολὰς δ’ ἐκβάλλει διὰ τὸ ἁπλοῦν τῆς φράσεως, ὡς κατα‐ λιμπάνεσθαι λβʹ τοὺς πάντας διαλόγους. οἷς προστιθεμένοις ιβʹ τῶν | |
10 | Νόμων καὶ δέκα τῆς Πολιτείας γίνονται οἱ πάντες διάλογοι νδʹ. τούτων δὲ πάντων τὴν τάξιν μὴ πάνυ τι χρησιμεύουσαν ἀλλὰ καὶ ὑπερβαί‐ νουσαν τῷ μήκει τὴν βραχυλογίαν ὑπερτιθέμεθα, λέγομεν δὲ ὃ ὁ θεῖος Ἰάμβλιχος ἐποίησεν. αὐτὸς τοίνυν πάντας εἰς ιβʹ διῄρει διαλόγους, καὶ τούτων τοὺς μὲν φυσικοὺς ἔλεγεν, τοὺς δὲ θεολογικούς· πάλιν δὲ τοὺς | |
15 | δώδεκα συνῄρει εἰς δύο, εἴς τε τὸν Τίμαιον καὶ τὸν Παρμενίδην, ὧν τὸν | |
μὲν Τίμαιον ἐπὶ πᾶσι τοῖς φυσικοῖς, τὸν δὲ Παρμενίδην τοῖς θεολογικοῖς. τούτων δὲ ἄξιόν ἐστιν τὴν τάξιν ζητῆσαι, διότι καὶ τούτους ἠξίωσαν πάντες πράττεσθαι. πρῶτον τοίνυν δεῖ τὸν Ἀλκιβιάδην πράττειν, διότι ἐν αὐτῷ γινώσκομεν ἑαυτούς, ἄξιον δ’ ἐστὶν πρὶν ἢ τὰ ἔξω γνῶναι | 47 | |
20 | ἑαυτοὺς γνῶναι· πῶς γὰρ ἔχομεν ἐκεῖνα γνῶναι ἑαυτοὺς ἀγνοοῦντες; ἔσχατον δὲ δεῖ τὸν Φίληβον, ἐπειδὴ ἐν αὐτῷ περὶ τοῦ ἀγαθοῦ διαλέγεται, ὃ πάντων ἐπέκεινά ἐστιν· οὐκοῦν καὶ αὐτὸν δεῖ πάντων ἐπέκεινα καὶ τελευταῖον εἶναι. τοὺς δ’ ἐν μέσῳ οὕτω δεῖ τάττειν. πέντε οὐσῶν τῇ τάξει κατὰ βάθος τῶν ἀρετῶν, φυσικῶν ἠθικῶν πολιτικῶν καθαρτικῶν | |
25 | θεωρητικῶν, πρῶτον δεῖ ἀναγνῶναι τὸν Γοργίαν ὡς πολιτικὸν ὄντα, δεύτερον τὸν Φαίδωνα ὡς καθαρτικόν, μετὰ γὰρ τὴν πολιτικὴν ζωὴν ἡ καθαρτική ἐστιν. εἶτα ἐρχόμεθα ἐπὶ τὴν γνῶσιν τῶν ὄντων, ἥτις διὰ τῆς ἠθικῆς ἀρετῆς προσγίνεται· ταῦτα δὲ τὰ ὄντα ἢ ἐν νοήμασι θεωροῦνται ἢ ἐν πράγμασιν. οὐκοῦν μετὰ τοὺς εἰρημένους διαλόγους δεῖ ἀναγνῶναι | |
30 | τέταρτον τὸν Κρατύλον ὡς περὶ ὀνομάτων διδάσκοντα, εἶτα τὸν Θεαί‐ τητον ὡς περὶ πραγμάτων. εἶτα ἐρχόμεθα μετὰ τούτους εἰς τὸν ... περὶ φυσικῶν διδάσκοντα· καὶ εἶθ’ οὕτως ἐπὶ τὸν Φαῖδρον καὶ τὸ Συμπόσιον ὡς θεωρητικοὺς καὶ περὶ θεολογικῶν διαλεγομένους· καὶ οὕτως ἐπὶ τοὺς τελείους δεῖ ἐλθεῖν, τὸν Τίμαιόν φημι καὶ τὸν Παρμενίδην. καὶ | |
35 | οὕτως μὲν περὶ τούτων λέγομεν· ἐπειδὴ δὲ καὶ τοὺς Νόμους καὶ τὰς Πολιτείας πράττειν ἀξιοῦσί τινες, ἄξιόν ἐστι καὶ τούτων τὸν σκοπὸν εἰπεῖν. τριῶν τοίνυν ὄντων εἰδῶν πολιτείας, τοῦ ἐξ ἐπανορθώσεως, τοῦ ἐξ ὑποθέσεως, τοῦ ἄνευ τῆς ὑποθέσεως· καὶ ἐξ ἐπανορθώσεως μὲν ὄντος ὅταν τὰ τῆς ἡμετέρας ψυχῆς ὄντα κακὰ ἤθη ἀδιάστροφα ποιήσωμεν, ἐξ | |
40 | ὑποθέσεως δὲ ὅταν ὑποκειμένους νόμους ποιῶσι καὶ ἤθη τινὰ ἐν ταῖς πόλεσιν, ἀνυποθέτου δὲ ὅταν μηδὲν ᾖ ὑποτεθὲν ἀλλὰ πάντα κοινὰ ὦσιν, ὡς τὸ ἐμὸν σὸν εἶναι καὶ τὸ σὸν ἐμὸν καὶ τὴν ἑκάστου περιουσίαν ἰδίαν τε εἶναι ἅμα καὶ ἀλλοτρίαν· περὶ μὲν οὖν τοῦ ἐξ ἐπανορθώσεως ἐν ταῖς Ἐπιστολαῖς διαλαμβάνει, περὶ δὲ τοῦ ἐξ ὑποθέσεως ἐν τοῖς Νόμοις, | |
45 | περὶ δὲ τοῦ ἀνυποθέτου ἐν τῇ Πολιτείᾳ. | |
27 | Τελευταίου δ’ ὄντος εἰς ζήτησιν κεφαλαίου ἐν τοῖς προτελείοις τῶν τοῦ Πλάτωνος διαλόγων τοῦ γνῶναι ποίῳ τρόπῳ κέχρηται διδασκαλίας ὁ Πλάτων, πεντεκαίδεκα τοίνυν κέχρηται τρόποις διδασκαλικοῖς· τῷ | |
ἐνθουσιαστικῷ, τῷ ἀποδεικτικῷ, τῷ ὁριστικῷ, τῷ διαιρετικῷ, τῷ ἀνα‐ | 49 | |
5 | λυτικῷ, τῷ τεκμηριώδει, τῷ εἰκονικῷ, τῷ παραδειγματικῷ, τῷ ἐπαγω‐ γικῷ, τῷ ἀναλογικῷ, τῷ ἀριθμητικῷ, τῷ κατὰ ἀφαίρεσιν, τῷ κατὰ πρόσθεσιν, τῷ ἱστορικῷ, τῷ ἐτυμολογικῷ. Καὶ τῷ μὲν ἐνθουσιαστικῷ κέχρηται ἐν τῷ Φαίδρῳ νυμφόληπτος γενόμενος καὶ ἐν τῷ ηʹ τῶν Πολιτειῶν περὶ Μουσῶν διαλεγόμενος καὶ | |
10 | ἐν τῷ Τιμαίῳ ὑποκρινόμενος τὸν δημιουργὸν διαλεγόμενον πρὸς τὰ οὐράνια, καὶ ἐν ἄλλοις δέ τισιν. Τῷ δ’ ἀποδεικτικῷ πάλιν ἐν τῷ Φαίδωνι δεικνὺς τὴν ἀθανασίαν τῆς ψυχῆς διὰ μέσου τοῦ αὐτοκινήτου. Τῷ δ’ ὁριστικῷ ἐν πᾶσι σχεδὸν τοῖς διαλόγοις, αὐτός τε ὁριζόμενος | |
15 | καὶ τοὺς προσδιαλεγομένους ὁρίζεσθαι παρασκευάζων. Τῷ δὲ διαιρετικῷ κέχρηται ἐν τῷ Σοφιστῇ, λέγων, ὡς καὶ ἀνωτέρω εἰρήκαμεν, ὡς οὐδὲν καυχήσεται διαφυγὸν τὴν διαιρετικὴν μέθοδον τὴν τοῖς ἀνθρώποις ἐκ θεοῦ δοθεῖσαν διὰ μέσου Προμηθέως. Τῷ δ’ ἀναλυτικῷ ἐν Τιμαίῳ κέχρηται ἀναλύων τὰ φυσικὰ πάντα εἰς | |
20 | δεξαμενὴν καὶ εἶδος (δεξαμενὴν καλῶν τὴν ὕλην), τὸ δὲ εἶδος πάλιν εἰς σχήματα, τὰ δὲ σχήματα εἰς τρίγωνα, τὰ δὲ ἐπέκεινα τούτων μόνον θεὸν λέγων εἰδέναι καὶ τὸν τούτῳ φίλον. Τῷ δὲ τεκμηριώδει κέχρηται ἐν τῷ Ἀλκιβιάδῃ λέγων τεκμήριον εἶναι τοῦ ψεύδους τὴν διαφωνίαν, τοῦ δ’ ἀληθοῦς τὴν συμφωνίαν· τὸ δ’ ἀληθὲς | |
25 | ἑαυτῷ οὔτε διαφωνεῖ οὔτε μάχεται. Τῷ δὲ εἰκονικῷ ἐν Φαίδρῳ κέχρηται, ἀπεικάζων τὴν ψυχὴν ἡμῶν ἡνιόχῳ, τὰς δὲ δυνάμεις αὐτῆς ἵπποις, καὶ τὸν μὲν λέγων ἀγαθόν, τὸν δὲ κακόν. Τῷ δὲ παραδειγματικῷ ἐν ταῖς Πολιτείαις λέγων ἐοικέναι τὴν μὲν | |
30 | πόλιν ναΐ, τὸν δὲ δῆμον ναυκλήρῳ, τοὺς δὲ ἄρχοντας ναύταις βουλο‐ μένοις μεθῦσαι τὸν ναύκληρον ὅπως ἐπ’ ἐξουσίας ἔχοιεν πράττειν ὅ τι καὶ βούλονται. διαφέρει δ’ ὁ εἰκονικὸς τοῦ παραδειγματικοῦ τῷ μᾶλλον τὸν εἰκονικὸν ἐνδείκνυσθαι καὶ μιμεῖσθαι τὴν φύσιν ἧς ἐστὶν εἰκών, τὸν δὲ παραδειγματικὸν ἧττον μιμεῖσθαι. ἀμέλει γοῦν καὶ τῷ τῆς εἰκόνος | |
35 | ὀνόματι δυνατόν ἐστιν καλέσαι τὸ ἀληθὲς πρᾶγμα· οὕτως γοῦν τὴν ψυχὴν ἡνίοχον λέγοντος οὐκ ἂν ἁμάρτοιμεν· τῷ δὲ τοῦ παραδείγματος οὐ δυνατὸν καλέσαι· τίς γὰρ ἐρεῖ τὴν πόλιν ναῦν; τούτου δ’ αἴτιον τὸ μᾶλλον ἐοικέναι καὶ ἧττον. Τῷ δὲ ἐπαγωγικῷ κέχρηται ἐν τῷ Ἀλκιβιάδῃ, ἔνθα λέγει ὅτι ὁ ἕνα | |
40 | πείθων καὶ πολλοὺς δύναται πεῖσαι καὶ ὁ πολλοὺς πείθων καὶ ἕνα οἷός | |
〈τέ〉 ἐστιν πεῖσαι, καὶ τοῦτο πιστοῦται δι’ ἐπαγωγῆς· ὁ γοῦν γεω‐ μέτρης ἕνα πείθων καὶ πολλοὺς δύναται πεῖσαι καὶ πολλοὺς πείθων ὁ αὐτὸς καὶ ἕνα δῆλον ὅτι πεῖσαι δύναται. 〈Τῷ δὲ ἀναλογικῷ κέχρηται〉 ἐν τῷ Γοργίᾳ λέγων ὅτι ὡς ἰατρικὴ | 51 | |
45 | πρὸς ὀψοποιΐαν, οὕτως δικαστικὴ πρὸς σοφιστικήν. ὥσπερ γὰρ ἰατρικὴ πρὸς τὸ ἀγαθὸν καὶ συμφέρον ὁρῶσα προσφέρει τόδε τὸ βοήθημα ἢ τὸ ἔδεσμα, κἂν ἀηδὲς ᾖ, ἡ δὲ ὀψοποιητικὴ πρὸς τὸ ἡδὺ μόνον ὁρᾷ καὶ κεκαρυκευμένον ποικίλαις ποιότησιν, οὕτως καὶ ἡ δικαστικὴ τὰ συμ‐ φέροντα μόνον καὶ ἀγαθὰ ποιεῖ, ἡ δὲ ῥητορικὴ τὰ ἡδέα· σοφιστικὴν δὲ | |
27(50) | ἐκεῖ τὴν ῥητορικὴν καλεῖ. ὅθεν λέγουσί ποτε τὸν Αἰσχίνην ἀναβάντα ἐπὶ τοῦ βήματος εἰπεῖν πρὸς τοὺς ἀκροατὰς ὅτι ‘τί βούλεσθε; τί εἴπω; τί ὑμῖν χαρίσωμαι;‘ δέδεικται δὲ τὸ εἰρημένον διὰ γεωμετρικῆς ἀνα‐ λογίας, ‘ὡς τόδε πρὸς τόδε‘. Τῷ δ’ ἀριθμητικῷ κέχρηται ἐν Φιλήβῳ λέγων ἓξ εἶναι τάξεις τῶν | |
55 | ἀγαθῶν καὶ ποῖαι αὗται, ταύτας ἀπαριθμούμενος. Τῷ δ’ ἀφαιρετικῷ κέχρηται ἐν Τιμαίῳ τηρῶν καὶ εὑρίσκων τὴν ὕλην ἐκ τῆς ἀφαιρέσεως πάντων τῶν εἰδῶν. Τῷ δὲ προσθετικῷ ἐν τῷ Ἀλκιβιάδῃ· προτίθεται γὰρ ζητεῖν τί ἐστιν ὁ ἄνθρωπος, πότερον σῶμα ἢ ψυχὴ ἢ τὸ συναμφότερον, καὶ δείκνυσιν | |
60 | ὡς οὔτε τὸ σῶμα οὔτε τὸ συναμφότερον, ἀλλ’ ἡ ψυχὴ καθ’ αὑτήν· εἶτα προϊὼν προστίθησιν ὡς οὐ πᾶσα ψυχή, οὐ γὰρ δὴ ἥ γε φυτικὴ ἢ ἡ ἄλογος, ἀλλ’ ἡ λογική· καὶ πάλιν ὅτι ὁ ἄνθρωπος μεσότης ἐστὶν τῶν τε θείων καὶ τῶν γενητῶν. καὶ ὅρα πῶς προϊὼν προσέθηκε τῇ ζητήσει. Τῷ δ’ ἱστορικῷ κέχρηται ἐν τοῖς Νόμοις ἱστορῶν τὰ ἀπὸ τοῦ κατα‐ | |
65 | κλυσμοῦ ἕως τῶν Περσικῶν. | |
Τῷ δ’ ἐτυμολογικῷ ἐν τῷ Θεαιτήτῳ. | 53 | |
28 | Καὶ μέχρι μὲν τούτων ἔστω τὰ προτέλεια τῆς συναναγνώσεως τῆς Πλάτωνος φιλοσοφίας ἐν ἕνδεκα κεφαλαίοις περικλεισθέντα· ἑνὶ μὲν τῷ περιέχοντι τὴν ἱστορίαν τοῦ φιλοσόφου, ἑτέρῳ δὲ τὸ εἶδος τῆς φιλοσοφίας αὐτοῦ, | |
5 | καὶ τρίτῳ διὰ τί εἰς τὸ συγγράφειν ἦλθεν, τετάρτῳ δὲ διὰ τί τὸ διαλογικὸν εἶδος τῆς λογογραφίας ἐπετήδευσε, πέμπτῳ δὲ τίνα συμπληροῦσι τοὺς διαλόγους, ἕκτῳ πόθεν τὰς διαιρέσεις τῶν Πλάτωνος διαλόγων ποιητέον, ἑβδόμῳ πόθεν τὰς ἐπιγραφὰς δεῖ θηρᾶν, | |
10 | ὀγδόῳ δὲ ποίῳ τρόπῳ ὑφηγήσεως ἐν τοῖς διαλόγοις κέχρηται, τοῦτ’ ἔστιν τί ἐστιν ἡ διασκευή, ἐννάτῳ δὲ πόθεν τοὺς σκοποὺς τῶν διαλόγων θηρατέον, δεκάτῳ δὲ τίς ἡ τάξις τῶν διαλόγων, τελευταίῳ δὲ πόσοις τρόποις κέχρηται διδασκαλίας ὁ θειότατος | |
15 | Πλάτων. | |
Τέλος τῶν προτελείων τῆς Πλάτωνος φιλοσοφίας. | 55 |